Ancient Greek · ~5 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1967
Not analysed yet
1967 Ἀνάμνηϲιϲ· ἀνάμνηϲίϲ ἐϲτι φαντάϲματοϲ εὕρεϲιϲ. ἀρξαμένη δὲ ἀπὸ τῆϲ ψυχῆϲ διαβαίνει ἐπὶ τὸ ἐζωωμένον ϲῶμα. ἀναμνηϲθέντεϲ γὰρ φοβεροῦ τινοϲ ἡμῖν γενομένου ὠχριάϲαμεν, καὶ τοῦ πλοῦ ἀναμνηϲθέντεϲ ἐναυτιάϲαμεν. πῶϲ δὲ λέγομεν ἀπὸ τῆϲ ψυχῆϲ ἄρξαϲθαι τὴν κίνηϲιν ἐπὶ τῆϲ ἀναμνήϲεωϲ, ἢ οὐχ ὡϲ ἐκείνηϲ αὐτῆϲ ἀναμνηϲκομένηϲ, ἄλλ’ ὥϲπερ ἐπὶ τῶν αἰϲθήϲεων λέγομεν· ἀρξαμένη γὰρ ἡ κίνηϲιϲ ἐκ τῶν αἰϲθητῶν διέβη μέχριϲ ἐκείνου, ἐν ᾧ ἡ κριτικὴ καὶ αἰϲθητικὴ δύναμιϲ· τοῦτο δέ ἐϲτι τὸ πνεῦμα· οὕτωϲ δὲ ἐπὶ τῆϲ ἀναμνήϲεωϲ λέγομεν, ὅτι ἀπὸ τοῦ πνεύματοϲ, ἐν ᾧ ἡ ψυχὴ, καὶ ἡ ἀρχὴ τῆϲ κατὰ τὴν ἀνάμνηϲιν κινήϲεωϲ γέγονεν ἀνάπαλιν ἢ ἐπὶ τῆϲ αἰϲθήϲεωϲ· εἰϲ ὃ γὰρ τελευτῇ ἡ αἴϲθηϲιϲ, ἐκεῖθεν ἡ ἀρχὴ τῆϲ ἀναμνήϲεωϲ. ἡ γὰρ ἀνάμνηϲιϲ, φαντάϲματόϲ ἐϲτιν εὕρεϲιϲ, ὁπότε ἐγένετο ἐν τῷ πνεύματι. ἐν τούτῳ γὰρ γίνεται τὰ φαντάϲματα, ἐν ᾧ καὶ ἡ αἰϲθητικὴ ψυχὴ ἵδουται, ἀπὸ τούτων οὖν τῶν ἐν τῷ πνεύματι, ἐν ᾧ ἐϲτιν ἡ ψυχὴ, ἐγκαταλειμμάτων, ἅπερ φαντάϲματα καλοῦμεν ἐγκαταλείμματα ἐκ τῶν κατὰ τὰϲ αἰϲθήϲειϲ ἀντιλήψεων ἔϲχεν· ἀπὸ τούτων ἡ ἀρχὴ τῆϲ κατὰ τὴν ἀνάμνηϲιν κινήϲεωϲ γίνεται. ἐπιβάλλουϲα οὖν πάλιν τῷ φαντάϲματι, ὃ πρὶν ἔϲχε, τουτέϲτι τῷ ἐγγενομένῳ πρότερον ἐν τῷ πνεύματι τόπῳ, ἀναμιμνήϲκεται καὶ δι’ οὗ αἰϲθητηρίου ᾔϲθετο αὐτό. καὶ οὕτωϲ ϲυνδιατίθεται τῷ αἰϲθητηρίῳ τὸ ϲῶμα.