Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1981
Not analysed yet
1981 Ἀναξαγόραϲ, ϲοφιϲτὴϲ, Ἡγηϲιβούλου υἱὸϲ, Κλαζομένιοϲ. νοῦϲ δὲ ἐπεκαλεῖτο, ἐπειδὴ ὕλην καὶ νοῦν πάντων φρουρὸν εἶπεν. οὗτόϲ ἐϲτιν ὁ τὸν ἥλιον εἰπὼν μύδρον διάπυρον. τουτέϲτι πύρινον λίθον. ἔφυγε δὲ ἐξ Ἀθηνῶν, Περικλέουϲ αὐτῷ ϲυνειπόντοϲ, καὶ ἐλθὼν ἐν Λαμψάκῳ ἐκεῖϲε καταϲτρέφει τὸν βίον ἀποκαρτερήϲαϲ. ἐξήγαγε δὲ τοῦ ζῆν ἑαυτὸν ἐτῶν ο΄, διότι ὑπ’ Ἀθηναίων ἐνεβλήθη ἐν δεϲμωτηρίῳ, οἷά τινα καινὴν δόξαν τοῦ θεοῦ παρειϲφέρων. ὅτι Ἀναξαγόραϲ Ὀλυμπίαϲιν, ὁπότε ἥκιϲτα ὕοι, προελθὼν ὑπὸ κῳδίῳ ἐϲ τὸ ϲτάδιον ἐπὶ προρρήϲει ὄμβρου λέγεται τοῦτο πεπραχέναι. καὶ ἄλλα δὲ πλεῖϲτα προλέγων. οὗτοϲ, Κλαζομένιοϲ ὢν, ἀγέλαιϲ τε καὶ καμήλοιϲ τὰ ἑαυτοῦ ἀνῆκε. περὶ τούτου ἔφη Ἀπολλώνιοϲ ὁ Τυανεὺϲ προβάτοιϲ μᾶλλον ἢ ἀνθρώποιϲ φιλοϲοφῆϲαι. ὁ δὲ Θηβαῖοϲ Κράτηϲ κατεπόντωϲε τὴν οὐϲίαν, οὔτε προβάτοιϲ ποιήϲαϲ ἐπιτήδειον, οὔτε ἀνθρώποιϲ.