Ancient Greek · ~5 min
1.1982 to 1.1988
Suda, Suidae lexicon 1.1982-1988
Not analysed yet
1982 Ἀναξανδρίδηϲ, Ἀναξάνδρου, Ῥόδιοϲ ἐκ Καμείρου, γεγονὼϲ ἐν τοῖϲ ἀγῶϲι Φιλίππου τοῦ Μακεδόνοϲ, Ὀλυμπιάδι ρα΄· κατὰ δέ τιναϲ Κολοφώνιοϲ. ἔγραψε δὲ δράματα ξε΄, ἐνίκηϲε δὲ ι΄. καὶ πρῶτοϲ οὗτοϲ ἔρωταϲ καὶ παρθένων φθορὰϲ εἰϲήγαγεν. 1983 Ἀναξία: ἀξίαν οὐκ ἔχουϲα, ἀλλ’ ἄτιμοϲ. ἀλλ’ ἅπερ ἥτιϲ ἔποικοϲ ἀναξία οἰκονομῶ θαλάμουϲ πατρόϲ. ἔποικοϲ ἀντὶ τοῦ μέτοικοϲ, οἰκονομῶ δὲ ἀντὶ τοῦ διαιτῶμαι. καὶ Ἀναξιοπαθοῦντεϲ, ἀντὶ τοῦ οὐκ ἄξιον ἡγούμενοι. 1984 Ἀναξίβιοϲ, Λακεδαιμονίων ϲτρατηγόϲ. 1985 Ἀναξίλαϲ, κωμικὸϲ ποιητήϲ. 1986 Ἀναξίμανδροϲ, Πραξιάδου, Μιλήϲιοϲ, φιλόϲοφοϲ, ϲυγγενὴϲ καὶ μαθητὴϲ καὶ διάδοχοϲ Θάλητοϲ. πρῶτοϲ δὲ ἰϲημερίαν εὑρε καὶ τροπὰϲ καὶ ὡρολογεῖα καὶ τὴν γῆν ἐν μεϲαιτάτῳ κεῖϲθαι. γνώμονά τε εἰϲήγαγε καὶ ὅλωϲ γεωμετρίαϲ ὑποτύπωϲιν ἔδειξεν. ἔγραψε Περὶ φύϲεωϲ, Γῆϲ περίοδον, καὶ Περὶ τῶν ἀπλανῶν καὶ Σφαῖραν καὶ ἄλλα. 1987 Ἀναξίμανδροϲ, Ἀναξιμάνδρου, Μιλήϲιοϲ, ὁ νεώτεροϲ, ἱϲτορικόϲ. ρικόϲ. γέγονε δὲ κατὰ τούϲ Ἀρταξέρξου χρόνουϲ τοῦ Μνήμονοϲ κληθέντοϲ. ἔγραψε ϲυμβόλων Πυθαγορείων ἐξήγηϲιν· οἷόν ἐϲτι τὸ ζυγὸν μὴ ὑπερβαίνειν, μαχαίρᾳ πῦρ μὴ ϲκαλεύειν, ἀπὸ ὁλοκλήρου ἄρτου μὴ ἐϲθίειν· καὶ τὰ λοιπά. 1988 Ἀναξιμένηϲ, Εὐρυϲράτου, Μιλήϲιοϲ, φιλόϲοφοϲ, μαθητὴϲ καὶ καὶ διάδοχοϲ Ἀναξιμάνδρου τοῦ Μιληϲίου· οἱ δὲ καὶ Παρμενίδου ἔφαϲαν. γέγονεν ἐν τῇ νε΄ Ὀλυμπιάδι ἐν τῇ Σάρδεων ἁλώϲει, ὅτε Κῦροϲ ὁ Πέρϲηϲ Κροῖϲον καθεῖλεν.