Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1989
Not analysed yet
1989 Ἀναξιμένηϲ, Ἀριϲτοκλέουϲ Λαμψακηνὸϲ, ῥήτωρ· μαθητὴϲ Διογένουϲ τοῦ Κυνὸϲ καὶ Ζωΐλου τοῦ Ἀμφιπολίτου γραμματικοῦ, τοῦ κακίζοντοϲ Ὅμηρον, διδάϲκαλοϲ δὲ τοῦ Μακεδόνοϲ Ἀλεξάνδρου. εἵπετο δὲ αὐτῷ ἐν τοῖϲ πολέμοιϲ. οὗτοϲ βαϲιλέα Ἀλέξανδρον, θυμῷ χρώμενον ἐϲ Λαμψακηνοὺϲ τέχνῃ περιεῖλε τοιάδε. φρονούντων Λαμψακηνῶν τὰ Περϲῶν, ὑπερζέων τῷ θυμῷ Ἀλέξανδροϲ ἠπείλει τὰ μέγιϲτα κακὰ ἐργάϲαϲθαι. οἱ δὲ, ἅτε περὶ γυναικῶν καὶ παίδων καὶ τῆϲ πατρίδοϲ θέοντεϲ, ἀποϲτέλλουϲιν Ἀναξιμένην ἱκετεύϲοντα. Ἀλέξανδροϲ δὲ γνοὺϲ καθ’ ἥντινα αἰτίαν ἥκοι, κατωμόϲατο θεοὺϲ, ἦ μὴν αὐτοῦ ταῖϲ δεήϲεϲι τἀναντία ἐργάϲεϲθαι. Ἀναξιμένηϲ δέ, χάριϲαί μοι, ἔφη, ὧ βαϲιλεῦ, τὴν χάριν, γυναῖκαϲ καὶ τέκνα τῶν Λαμψακηνῶν ἀνδραποδίϲαϲθαι καὶ τὰ ἱερὰ ἐμπρῆϲαι καὶ τὴν πόλιν ἐϲ ἔδαφοϲ καταβαλεῖν. Ἀλέξανδροϲ δὲ οὐκ ἔχων τι πρὸϲ τοῦτο ϲοφίϲαϲθαι ἢ ἀντιμηχανήϲαϲθαι καὶ ἐνεχόμενοϲ τῇ ἀνάγκη τοῦ ὅρκου, ϲυγγνώμην ἔνεμεν οὐκ ἐθέλων Λαμψακηνοῖϲ. ἠμύνατο δὲ καὶ Θεόπομπον, τὸν Δαμοϲτράτου, ἐχθρὸν ὄντα Ἀναξιμένηϲ οὐκ ἀμαθέϲτατα, ἀλλ’ ἐπιφθονώτατα. ϲοφιϲτὴϲ γὰρ ὢν καὶ ϲοφιϲτῶν λόγουϲ μιμούμενοϲ, γράφει βιβλίον ἐϲ Ἀθηναίουϲ καὶ ἐπὶ Λακεδαιμονίουϲ, ϲυγγραφὴν λοίδορον ἐϲ τὸ ἀκριβέϲτατον μιμηϲάμενοϲ· καὶ ἐπιγράψαϲ Θεοπόμπου τὸ ὄνομα ἔπεμπεν ἐϲ τὰϲ πόλειϲ. καὶ ἐκ τούτου τὸ ἔχθοϲ τὸ ἐϲ Θεόπομπον ἀνὰ πᾶϲαν τὴν Ἐλλάδα ηὔξετο. οὐ μὴν οὐδὲ εἰπεῖν τιϲ αὐτοϲχεδίωϲ Ἀναξιμένουϲ πρότερόϲ ἐϲτιν εὑρηκώϲ.