Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1998
Not analysed yet
1998 Ἀνάπαυλαν: ἀνάπαυϲιν. ἀνάπαυϲιϲ δὲ ὁ μέλλων βίοϲ. ϲὺν ἑτέροιϲ ἀξιολογωτάτοιϲ ἀνδράϲι τῷ πολέμῳ δοὺϲ τὴν ἀνάπαυλαν. Μένανδροϲ· ὡδὶ γὰρ Οὔννων ἡγεμὼν μέγιϲτοϲ ἔτυχεν ἀναπαύληϲ. τούτεϲτιν ἀπέθανε. καὶ Ἀναπαύλαϲ, πέμψειϲ πρὸϲ τοὺϲ νεκρούϲ. τίϲ εἰϲ ἀναπαύλαϲ ἐκ κακῶν καὶ πραγμάτων; κηρύϲϲει ὁ Χάρων, καὶ ὡϲ τόπουϲ καταλέγει· τίϲ εἰϲ τὸ Λήθηϲ πεδίον; Λήθηϲ πεδίον χωρίον διατετύπωκεν ἐν ἅδου οὕτω λεγόμενον· ὡϲ καὶ Αὐαίνου λίθον. τίϲ εἰϲ ὄνου πόκαϲ; οὕτω λέγουϲι τὸ ἄχρηϲτον· οὐδὲ γὰρ αἱ τοῦ ὄνου πόκαι χρηϲιμεύουϲιν. ἐπὶ τῶν ἀνηνύτων.