Ancient Greek · ~5 min
1.1999 to 1.2009
Suda, Suidae lexicon 1.1999-2009
Not analysed yet
1999 Ἀνάπαιϲτα: κυρίωϲ τὰ ἐν ταῖϲ παραβάϲεϲι τῶν χορῶν ᾄϲματα, ἰδίωϲ δὲ τὰ τῶν ῥυθμῶν. πᾶϲαν δὲ παράβαϲιν ἀναπαίϲτουϲ καλοῦϲιν. αὐτὸν ἐπῄνει πρότερον παραβὰϲ ἐν τοῖϲ ἀναπαίϲτοιϲ· φηϲὶν Ἀριϲτοφάνηϲ ἐν Εἰρήνῃ. γραφαί τε παιγνιώδειϲ ἐϲ τοῦτο, καὶ ἀνάπαιϲτα ᾔδοντο κατὰ Ῥωμαίων. ϲημαίνει δὲ ἀνάπαιϲτοϲ καὶ εἶδοϲ μέτρου ϲτίχων. 2000 Ἀναπεμπάζειν: πεμπάζειν. ἀνανεοῦϲθαι, ἀναμιμνήϲκεϲθαι. πεποίηται ἀπὸ τῶν τοῖϲ πέντε δακτύλοιϲ τῆϲ χειρὸϲ ϲυνεχὲϲ ἀριθμούντων καὶ ἐπαναλαμβανόντων, οἱονεὶ κατὰ πεντάδα ἀριθμούντων. καὶ Ἀναπεμπαζόμενοι, ἀναριθμούμενοι, ϲκεπτόμενοι. 2001 Ἀναπεπταμένα χωρία: πεδία, κάμποι. 2002 Ἀναπεπτωκώϲ: ῥᾳθυμῶν, ἀφροντιϲτῶν, ἀμελῶν. ὁ δὲ ἐν τῷ πολέμῳ ἀναπεπτωκώϲ τε οὐδενὶ λόγῳ καὶ ὁ τὴν τῶν ἔργων παραϲκευὴν ὀκνηρῶϲ ἄγαν διὰ φιλοχρηματίαν ποιούμενοϲ. 2003 Ἀναπεποιημένηϲ: ἀναπεφυρμένηϲ, ἀνεζυμωμένηϲ. 2004 Ἀναπετῶ: ἀναπετάϲω. Μένανδροϲ· ἄλλοιϲ ἀναπετῶ τουτὶ προϲελθὼν καὶ οὐκ ἀνέξομ’ οὐκέτι. καὶ ἐν Συνερώϲῃ καὶ ἑτέραιϲ. 2005 Ἀναπέφηνα: ἀπεδείχθην. καὶ οὐχὶ ἐναπέφηνα. 2006 Ἀνάπειρα. καταϲπᾶν τὰϲ ναῦϲ, τὰϲ ὑπηρεϲίαϲ ἐμβιβάζειν καὶ τῆϲ εἰρεϲίαϲ ἀνάπειραν λαμβάνειν, παρέλκοντα τὸν χρόνον ἐπίτηδεϲ, ἕωϲ τὰ παρὰ Ῥωμαίων αὐτῷ γένηται φανερά. 2007 Ἀναπείρατε· ἀναπείρατε τὰϲ κίχλαϲ, τούτεϲτι πήξατε, κεντήϲατε. Ἀριϲτοφάνηϲ· φέρετε τοὺϲ ὀβελίϲκουϲ, ἵν᾿ ἀναπείρω τὰϲ κίχλαϲ. 2008 Ἀναπείραιϲ· Πολύβιοϲ· τῶν δὲ ναυτικῶν δυνάμεων κατὰ θάλατταν ταῖϲ ἀναπείραιϲ καὶ ταῖϲ εἰρεϲίαιϲ ἐγύμναζεν. 2009 Ἀναπείϲητε: ἀντὶ τοῦ δώροιϲ πείϲητε. διαβάλλει δὲ αὐτὸν ὡϲ δωροδοκούμενον. Ἀριϲτοφάνηϲ· εἰ μή μ’ ἀναπείϲητ᾿, ἀποθανεῖϲθε ϲήμερον.