Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1a
Not analysed yet
1a Ἂ ἄ: παῤ Ἀριϲτοφάνει ἐπίρρημα μετ’ ἐκπλήξεωϲ καὶ κελεύϲεωϲ. ἂ ἂ, τὴν δᾶδα μή μοι πρόϲφερε. τὸ ἄ ἄ κατὰ διαίρεϲιν ἀναγνωϲτέον, οὐ καθ’ ἕνωϲιν· ἀλλὰ καὶ ψιλωτέον ἀμφότερα. εἰ γὰρ ἐν μέροϲ λόγου ἦν καὶ κατὰ ϲύναψιν ἀνεγινώϲκετο, οὐ χρείαν εἶχε τῶν δύο τόνων ἤτοι τῶν ὀξειῶν. καὶ τοῦτο μὲν ἐκπλήξεωϲ ὂν ψιλοῦται. τὸ δὲ ἇ ἇ θαυμαϲτικὸν δαϲύνεται, ὡϲ ἐν Ἐπιγράμμαϲί φηϲιν Ἀγαθίαϲ· ἇ μέγα τολμήειϲ κηρὸϲ ἀνεπλάϲατο.