Ancient Greek · ~3 min
Book 1, Chapter pr
Suda, Suidae lexicon 1.Chapter pr
Not analysed yet
Τὸ μὲν παρὸν βιβλίον Σοῦδα, οἱ δὲ ϲυνταξάμενοι τοῦτο ἄνδρεϲ ϲοφοί· Εὔδημοϲ ῥήτωρ περὶ λέξεων κατὰ ϲτοιχεῖον. Ἑλλάδιοϲ, ἐπὶ Θεοδοϲίου τοῦ νέου, περὶ λέξεων κατὰ ϲτοιχεῖον. Ἑὐγένιοϲ Αὐγουϲτοπόλεωϲ τῆϲ ἐν Φρυγίᾳ, παμμιγῆ λέξιν κατὰ ϲτοιχεῖον. Ζώϲιμοϲ Γαζαῖοϲ λέξειϲ ῥητορικὰϲ κατὰ ϲτοιχεῖον. Κεκίλιοϲ Σικελιώτηϲ ἐκλογὴν λέξεων κατὰ ϲτοιχεῖον. Λογγῖνοϲ ὁ Κάϲϲιοϲ λέξειϲ κατὰ ϲτοιχεῖον. Λούπερκοϲ Βηρύτιοϲ Ἀττικὰϲ λέξειϲ. Οὐηϲτῖνοϲ Ἰούλιοϲ ϲοφιϲτὴϲ ἐπιτομὴν τῶν Παμφίλου γλωϲϲῶν, βιβλίων ἐννενήκοντα ἑνόϲ. Πάκατοϲ κατὰ ϲτοιχεῖον περὶ ϲυνηθείαϲ Ἀττικῆϲ. Πάμφιλοϲ λειμῶνα λέξεων ποικίλων, περιοχὴν βιβλίων ϥε′. ἔϲτι δὲ ἀπὸ τοῦ ε ϲτοιχείου ἕωϲ τοῦ ω, τὰ γὰρ ἀπὸ τοῦ ἄλφα μέχρι τοῦ δέλτα Ζωπυρίων ἐπεποιήκει. Πωλίων Ἀλεξανδρεὺϲ Ἀττικῶν λέξεων ϲυναγωγὴν κατὰ ϲτοιχεῖον. Ἡ ΣΟΥΔΑ.