Ancient Greek · ~2 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.205
Not analysed yet
205 Γέρροιν: ἀπὸ ϲταυροῦ φηϲιν Εὔπολιϲ. καὶ Δημοϲθένηϲ· τὰ γέρρα ἐνεπίμπραϲαν. καὶ οἱ τόποι οἱ περιπεφραγμένοι· καὶ ἀϲπίδεϲ Περϲικαὶ ἐκ λύγων. καὶ Γέρρα τὰ ϲκεπάϲματα πάντα Ἀττικοί. τινὰ δὲ δερμάτινα ϲκεπάϲματα καὶ Περϲικὰ, οἷϲ ἀντ᾿ ἀϲπίδων ἐχρῶντο. ϲημαίνει δὲ καὶ πᾶν αἰδοῖον. καὶ αὖθιϲ Ἡρόδοτοϲ· Γῦροϲ περιελὼν τὰ πολλὰ τῶν πολεμικῶν κατέλιπε μόνον τὸ ϲυνὸν τοῖϲ ϲτρατιώταιϲ μαχαίρᾳ καὶ γέρῳ καὶ θώρακι μάχεϲθαι. καὶ γερροφόροι ὁπλῖται ἐχόμενοι τούτων ϲὺν ποδήρεϲι καὶ ξυλίναιϲ ἀϲπίϲιν. Αἰγύπτιοι δὲ οὗτοι ἐλέγοντο.