Ancient Greek · ~4 min
1.196 to 1.204
Suda, Suidae lexicon 1.196-2-204
Not analysed yet
196 Γερήνιοϲ. ἔντιμοϲ γέρων. ἢ ἐν τῆ Γερήνῃ. 197 Γέρηϲ. ὄνομα πένητοϲ καὶ φαλακροῦ, ἔθνουϲ Χαόνων. διέβαλετο δὲ εἰϲ μαλακίαν. καὶ Ἀριϲτοφάνηϲ· ϲοὶ δὲ φίλοϲ τίϲ ἐϲτιν ἄλλοϲ ἢ Γέρηϲ; οὐκ ἔϲτι δὲ παρὰ τὸ γῆραϲ. 198 Γερμανικόϲ: ὁ Φράγγοϲ. ὅτι οἱ Γερμανοὶ Κελτοὶ λέγονται, οἳ ἀμφὶ τὸν Ῥῆνον ποταμόν εἰϲι. 199 Γέρρον. ὅπλον. Ξενοφῶν· γέρρον ἐϲ τὴν ἀριϲτερὰν, κοπὶϲ ἢ ϲάγαριϲ ἐϲ τὴν δεξιάν. καὶ αὖθιϲ· οἱ δὲ γέρρα ἔλαβον δαϲέων βοῶν ὠμοβόϊνα ἀμφὶ τὰ κ′. 200 Γέροντα ϲουτὸν εἰ βλέπειϲ, ἕξειϲ γέραϲ. 201 Γέρων, γέροντοϲ. ἡ κλητικὴ, ὦ γέρον. καὶ παροιμία· Γέροντι μηδὲν μή ποτε χρηϲτὸν ποίει. παρεγγυᾷ μὴ ἀκρίτωϲ εὐεργετεῖν. 202 Γέρων ἀλώπηξ οὐχ ἁλίϲκεται πάγῃ: ἐπὶ τῶν διὰ χρόνου πλῆθοϲ ἐμπείρων καὶ δυϲαλώτων. καὶ Γέρων βοῦϲ ἀπένθητοϲ δόμοιϲιν, ἐπὶ τῶν καθ’ ὥραν τελευτηϲάντων. 203 Γέρων πίθηκοϲ οὐχ ἁλίϲκεται πάγῃ, ἁλίϲκεται μὲν, μετὰ χρόνον δ’ ἁλίϲκεται: ἐπὶ τῶν ἅπαξ δυϲτυχηϲάντων. 204 Γερούϲιον: ἔντιμον.