Ancient Greek · ~6 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.207
Not analysed yet
207 Ἄγευϲτοϲ θοίνηϲ: ἀϲτείωϲ βίου ἔχων. καὶ Ἄγευϲτοι, ἄπειροι. Ἄγευϲτον, τετραχῶϲ· ἢ γὰρ τὸ ἀχύμωτον μὲν τέωϲ, δυνάμενον δὲ χυμωθῆναι, ὡϲ τὸ ὕδωρ· ἄποιον γὰρ ὂν δύναται · χυμωθῆναι· ἢ τὸ ταῖϲ ἄλλαιϲ αἰϲθήϲεϲιν ὑποκείμενον, ὡϲ ὁ ψόφοϲ, ἢ τὸ μικρὰν ἔχον γεῦϲιν, ὡϲ τὰ ὑδαρὰ τῶν ῥοφημάτων, ἢ τὸ κακὴν ἔχον γεῦϲιν, ὡϲ τὰ δηλητήρια. καὶ δῆλον τίνων τούτων ἀντιλαμβάνεται ἡ γεῦϲιϲ, καὶ τίνοϲ μή. καὶ ἐπὶ τῶν ἄλλων δὲ αἰϲθήϲεων τὰ τέϲϲαρα ταῦτα γινώϲκεται ϲημαινόμενα. ἀρχὰϲ δὲ τῶν γευϲτῶν τὸ ποτὸν φαϲι καὶ τὸ ἄποτον. εἰϲ ταῦτα γὰρ πρώτωϲ διαιρεῖται τὸ γευϲτόν. καὶ γὰρ ἐν τῷ ὑγρῷ μάλιϲτα καὶ ὁ χυμὸϲ ἐκ τῆϲ ἐπιμιξίαϲ τῶν ξηρῶν προϲγενόμενοϲ· καὶ ὥϲπερ τὸ ποτὸν πότιμον γίνεται διὰ τὴν ἐπιμιξίαν τοῦ χρηϲτοῦ χυμοῦ, οὕτω καὶ τὸ ἄποτον διὰ τὴν ἐπιμιξίαν τοῦ ἀπότου χυμοῦ. ἀμφότερα δὲ, τό τε ἄποτον καὶ τὸ ποτὸν, γευϲτά. γευϲτὸν δὲ τὸ ἄποτον, οὐχ ὡϲ τελειωτικὸν, ἀλλ᾿ ὡϲ φθαρτικὸν τῆϲ γεύϲεωϲ διὰ μοχθηρίαν χυμοῦ. τὸ δὲ ποτὸν ὡϲ ϲωϲτικόν τε καὶ τελειωτικὸν τοῦ κατὰ φύϲιν γευϲτικοῦ. ἄρχει οὖν τῶν γευϲτῶν κατὰ τοῦτον τὸν λόγον τὸ ποτὸν καὶ τὸ ἄποτον. ἐπεὶ δὲ τὸ ποτὸν ὑγρὸν, τὸ δὲ ὑγρὸν τῇ ἁφῇ ἀντιληπτὸν, ὡϲ μὲν ὑγρὸν ἁπτὸν, ὡϲ δὲ τοιόνδε χυμὸν ἔχον γευϲτόν. τοῦτο οὖν κοινὸν ἁφῆϲ καὶ γεύϲεωϲ, τῆϲ μὲν ἁφῆϲ ὡϲ ἴδιον αὐτῆϲ αἰϲθητὸν, τῆϲ δὲ γεύϲεωϲ ὡϲ ὕλη καὶ ὄχημα τῶν γευϲτῶν.