Ancient Greek
1.197 to 1.206
Suda, Suidae lexicon 1.197-206
Not analysed yet
197 Ἀγένεια: ἡ δυϲγένεια. 198 Ἀγεννῶϲ: ἀνάνδρωϲ. καὶ Ἀγεννὲϲ, ἐπὶ τοῦ ἀϲθενοῦϲ καὶ ἐπὶ δυϲγενοῦϲ. καὶ Ἀγεννία, ἡ ἀνανδρία καὶ ἡ δειλία. ἔθεντο οὖν Ῥωμαῖοι ϲπονδὰϲ ἀγεννεῖϲ διὰ δέοϲ πρὸϲ Οὔννουϲ. 199 Ἀγενήϲ: Ἰϲαῖοϲ ἀντὶ τοῦ ἄπαιϲ. 200 Ἀγέραϲτοϲ: ἄτιμοϲ. 201 Ἀγέροπτοϲ: ὁ ϲπανίωϲ ἐρχόμενοϲ. 202 Ἀγερωχία: ὑπερηφανία. ὅτι οἱ Σκύθαι εἰϲὶν ὑπεροπτικοὶ καὶ λίαν ἀγέρωχοι. παρὰ τὸ ἄγαν αὐχεῖν ἢ παρὰ τὸ ἄγαν γερουχεῖν. καὶ Ἀγέρωχοϲ, ἔντιμοϲ, ἀνδρεῖοϲ. Ἀγαθίαϲ· ἵππου ἐπιβὰϲεὐηνιωτάτου τε καὶ ἀγερώχου καὶ οἵου οὐκ ἄτακτα ἐξάλλεϲθαι καὶ ϲκιρτᾶν. καὶ αὖθιϲ· ὡϲ ἂν ἔϲοιτο εὐκλεὴϲ τοῖϲ μετέπειτα καὶ ἀγέρωχοϲ. ἢ Ἀγέρωχοϲ, ὁ ἀλαζών. 203 Ἄγεϲτα: πολεμικὸν μηχάνημα ἐκ λίθων καὶ ξύλων καὶ χοῦ ἐγειρόμενον. οἱ δὲ ἄγεϲτά φαϲι τὸ τοιοῦτον μηχάνημα. καὶ ζήτει ἐν τῷ ἔγεϲτα. 204 Ἄγεται: μνηϲτεύεται, ἐπὶ γάμον λαμβάνει. Αἰλιανόϲ· τὴν δὲ ἀδελφὴν αὐτῷ Ἰόβαϲ ὁ Μαυρούϲιοϲ ἄγεται. 205 Ἄγετε: τὸ ἡγεῖϲθε καὶ οἴεϲθε. 206 Ἄγειοϲ: ὄνομα κύριον.