Ancient Greek · ~5 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.207-2
Not analysed yet
207 Γέϲιοϲ· ἐπὶ Ζήνωνοϲ ἦν λαμπρυνόμενοϲ ἐπὶ τέχνῃ ἰατρικῇ, Πετραῖοϲ τὸ γένοϲ. καθελὼν δὲ τὸν ἑαυτοῦ διδάϲκαλον Δόμνον τὸν Ἰουδαῖον καὶ τοὺϲ ἑταίρουϲ πρὸϲ ἑαυτὸν μεταϲτηϲάμενοϲ ὀλίγου πάνταϲ πανταχοῦ ἐγνωρίζετο καὶ μέγα κλέοϲ εἶχεν, οὐ μόνον ἰατρικῆϲ ἕνεκα παραϲκευῆϲ, τῆϲ τε διδαϲκαλικῆϲ καὶ τῆϲ ἐργάτιδοϲ, ἀλλὰ καὶ τῆϲ ἄλληϲ ἁπάϲηϲ παιδείαϲ. φιλότιμοϲ γὰρ καὶ φιλόπονοϲ ὢν ὁ ἀνὴρ ἄλλην τε πολλὴν ἐν πολλῷ χρόνῳ μελέτῃ καὶ οὐ φύϲει προϲπεριεβάλετο δοξοϲοφίαν, καὶ τὴν τῶν ἰατρικῶν ἔργων τε καὶ λόγων ἀκριβεϲτέραν τῶν καθ᾿ ἑαυτὸν πάντων ἰατρῶν τε καὶ ἰατροϲοφιϲτῶν κατώρθωϲε τέχνην. βραδέωϲ δὲ ἀρξάμενοϲ ἐπιδεικνύναι δημοϲίᾳ τὴν ἐπιϲτήμην ταχέωϲ ἀνέδραμέ τε καὶ εὐθήνηϲεν ἐπ’ αὐτῇ, πομπικὸϲ ὢν καὶ ἐπιδεικτικὸϲ, φιλοϲοφίαϲ μὲν ἐπ᾿ ὀλίγον ἥκων, ἰατρικῆϲ δὲ ἐπὶ πλεῖϲτον. ὅθεν καὶ χρημάτων μεγάλων ἐγένετο κύριοϲ καὶ Ῥωμαϊκῶν ἔτυχεν ἀξιωμάτων οὐ τῶν τυχόντων. ἀποδέχομαι δὲ τὸ ἀνδρεῖον παράϲτημα τῆϲ ἀγαθῆϲ ψυχῆϲ. τόν τε γὰρ Ἡραΐαϲκον ἐπιζητούμενον ὑπὸ Ζήνωνοϲ βαϲιλέωϲ οἴκῳ τῷ ἰδίῳ κατέκρυψε, παραβαλόμενοϲ πρὸϲ τὸν κίνδυνον καὶ, ἐπειδὴ ἐν τῇ φυγῇ νοϲήϲαϲ ἀπηλλάγη τοῦ ϲώματοϲ, εὖ τε περιϲτείλαϲ καὶ τὰ νομιζόμενα θεραπεύϲαϲ. ὁ δὲ ἀποϲταλεὶϲ βαϲιλικὸϲ Ἀγάπιον καὶ τοὺϲ ἄλλουϲ φιλοϲόφουϲ καταϲχὼν εἰϲ τὸ ἀρχεῖον ἀπήγαγε.