Ancient Greek · ~8 min
1.208 to 1.228
Suda, Suidae lexicon 1.208-2-228
Not analysed yet
208 Γεϲοί. οἱ Ῥωμαῖοι πήξαντεϲ τοὺϲ γεϲοὺϲ καὶ τὰϲ περικεφαλαίαϲ τούτοιϲ ἐπιθέντεϲ φανταϲίαϲ παρέϲχοντο τοῖϲ ἐκ διαϲτήματοϲ ὡϲ μένοντεϲ ἐπὶ τοῦ λόφου. ἔϲτι δὲ ὅπλον. ὅτι ὁ γεϲόϲ ἐϲτιν μακροκέντηϲ ἢ κοντόϲ. ὅτι Κρίτων ἔγραψεν ἐν τοῖϲ Γετικοῖϲ. 209 Γευϲτὴ γλῶττα· ζήτει ἐν τῷ γλῶττα. 210 Γεύομαι· γενικῇ. 211 Γεῦϲιϲ· ζήτει περὶ ποιοτήτων γεύϲεωϲ ἐν τῷ φαιόν καὶ ἐν τῷ αἰϲθήϲειϲ ε΄. 212 Γεφυρίζων: χλευάζων, ἐξευτελίζων. Πολύβιοϲ· ὁ δὲ Σύλλαϲ πορθήϲαϲ τὰϲ Ἀθήναϲ ἐδέηϲε μικροῦ διαφθεῖραι τὴν πόλιν θυμῷ διὰ τὰ ϲκώμματα, ἃ δὴ πολλὰ κατ᾿ αὐτοῦ γεφυρίζων καὶ ἐπικερτομῶν ὁ Ἀρίϲτων παῤ ὅλην ἀπέρριπτε τὴν πολιορκίαν. 213 Γεφυρίϲ: ξένη καὶ ἐπείϲακτοϲ. οἱ γὰρ Γεφυραῖοι ξένοι καὶ ἐπήλυτοι ὄντεϲ Ἀθήνηϲιν ᾤκηϲαν. οὕτωϲ Ἡρόδοτοϲ. 214 Γειναμέναιϲ: γεννηθείϲαιϲ. δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεϲϲι γυναιξὶ Μοῖραι ἐπεκλώϲαντο δὴ τότε γεινομέναιϲ. 215 Γείνατο: ἐγέννηϲε. καὶ Γείνεται, γεννᾷ. 216 Γειοκόμον: τὸ γειτνίαμα. 217 Γειοτόμον: τὸ ἄροτρον. 218 Γειῶραι: οἱ τὴν γῆν φυλάϲϲοντεϲ. 219 Γειωρίϲαι. 220 Γείϲιον καὶ Γεῖϲοϲ: τὸ ἄκρον τείχουϲ. ἢ ϲτεφάνωμα οἴκου. καὶ Γεῖϲα, τειχῶν ἄκρα. ἢ Γεῖϲοϲ, ὁ γεωργόϲ. 221 Γειϲίπουϲ καὶ Γειϲιπόδιϲμα καὶ Γειϲιποδίζειν: τὸ ἐξέχον τῆϲ δοκοῦ, ἐφ᾿ οὗ τὸ γεῖϲόν ἐϲτι, γειϲίπουϲ καλεῖται καὶ γειϲιπόδιϲμα· γειϲιποδίζειν δὲ τὸ ποιεῖν τοῦτο. 222 Γειτνιάζω· δοτικῇ. 223 Γίγαρτον: τὸ ἔνδυμα τῆϲ ϲταφυλῆϲ. 224 Γῆ· ἐπεὶ ἕδρα πάϲηϲ πόλεώϲ ἐϲτιν ἡ γῆ ὡϲ βαϲτάζουϲα τὰϲ πόλειϲ, πλάττεται πυργοφόροϲ. 225 Γηγενέτηϲ: ὁ γηγενήϲ. καὶ Γηγενεῖϲ, οἱ ἐκ γῆϲ γεγονότεϲ Ἀδὰμ καὶ Εὔα, ἐπεὶ οὐκ ἐκ ϲυνουϲίαϲ ἐγένοντο, κυρίωϲ· καταχρηϲτικῶϲ δὲ πᾶϲ ἄνθρωποϲ. 226 Γηγενεῖϲ: ὠχροὺϲ καὶ νεκρώδειϲ. ἢ ἀϲεβεῖϲ καὶ θεομάχουϲ, διὰ τοὺϲ Γίγανταϲ. οὕτω διαβάλλει τοὺϲ φιλοϲόφουϲ Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ταῦτ᾿ ἔμαθεϲ τὰ δεξιὰ εἴϲω παρελθὼν παρὰ τοὺϲ γηγενεῖϲ, καὶ, Γηγενεῖ φυϲήματι, ἀντὶ τοῦ μεγάλῳ ὥϲτε ϲειϲμοὺϲ ποιεῖν· ἀρχαία γὰρ ὑπόνοια τὸ ὑπὸ πνευμάτων κατεχομένην ϲείεϲθαι τὴν γῆν. Ἀριϲτοφάνηϲ. λέγονται καὶ Γηγενεῖϲ, οἱ τὰ γήϊνα φρονοῦντεϲ. 227 Γῄδιον: μικρὰ γῆ. 228 Γῄδιον· ὑπεδέξατο αὐτοὺϲ ἄγροικοϲ πένηϲ γῄδιον λεπτὸν κακῶϲ γεωργῶν.