Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.209
Not analysed yet
209 Ἄγειν καὶ φέρειν: τὸ λῃϲτεύειν καὶ ἁρπάζειν. ἄγειν δὲ καὶ ἀπάγειν χρήματα καὶ ἐπὶ ἀψύχων καὶ κομίζειν ἀδιαφόρωϲ. ὁ δὲ ἐπεὶ ἐπεραιώθη ἐϲ τὸ κατ᾿ ἀντικρὺ τοῦ ῥείθρου, παραχρῆμα τάϲ τε κώμαϲ ἐνεπίμπρα τῶν Σκλαβηνῶν καὶ ἐϲίνετο τοὺϲ ἀγρὺϲ, ἦγέ τε καὶ ἔφερεν ἅπαντα, οὐδενόϲ πω τῶν ἐκεῖϲε βαρβάρων θαρρήϲαντόϲ οἱ εἰϲ χεῖραϲ ἐλθεῖν, εἰϲ τὰ λάϲια καὶ κατηρεφῆ τῆϲ ὕληϲ καταπεφευγότων.