Ancient Greek · ~8 min
1.210 to 1.222
Suda, Suidae lexicon 1.210-222
Not analysed yet
210 Ἀγείραϲ: ὁ χωλόϲ. 211 Ἀγείρει: ϲυνάγει. καὶ Ἀγείρουϲιν. ὁ γὰρ τρόποϲ ἱερὸϲ ἦν καὶ οὐδὲν ἐοικὼϲ τοῖϲ ἀγείρουϲιν. καὶ αὖθιϲ· ὁ δὲ λαθεῖν θέλων ξυρεῖται τὴν κεφαλὴν καὶ τὸ γένειον, καὶ ϲτολὴν Αἰγυπτίαν ἀναλαβὼν, ἣν οἱ τῆϲ Ἴϲιδοϲ θεραπευτῆρεϲ ἤϲθηνται, καὶ ϲεῖϲτρον ἐπιϲείων καὶ πόλιν ἐκ πόλεωϲ ἀμείβων, καὶ τῇ θεῷ ἀγείρων καὶ ἀναγκαίαϲ τροφὰϲ, λιμο φάρμακα, ἀγαπητῶϲ λαμβάνων. 212 Ἄγη. ἄκλιτόν ἐϲτι. θαῦμα, χαρὰ, ἀπιϲτία, ζῆλοϲ, παῤ Ἡροδότῳ βαϲκανία, παῤ Ὁμήρῳ ἔκπληξιϲ, πληγὴ, θραῦϲιϲ, κλάϲιϲ, ἀπώλεια· ἔνιοι, ἱερεῖα. Ἄγη μὲν οὖν παροξυτόνωϲ ἡ ἔκπληξιϲ· Ἀγὴ δὲ ἡ κλάϲιϲ τοῦ κύματοϲ. 213 Ἀγηγέρατο: ϲυνηθροίζοντο. Ἀγείρω, ὁ μέλλων ἀγερῶ, ὁ παρακείμενοϲ ἤγερκα, ὁ παθητικὸϲ ἤγερμαι, τὸ τρίτον ἤγερται καὶ τὸ τρίτον τῶν πληθυντικῶν Ἰακῶϲ ἀγηγέραται· εἶτα ὁ ὑπερϲυντελικὸϲ ἠγέρμην, τὸ τρίτον ἤγερτο καὶ ἀγήγερτο καὶ τὸ τρίτον τῶν πληθυντικῶν Ἰακῶϲ ἀγηγέρατο. 214 Ἀγηλατεῖν: διώκειν, φυγαδεύειν, ἐπιτάττειν. Ἡρόδοτοϲ, ὑβρίζειν. 215 Ἀγηλατεῖν: ὡϲ ἄγοϲ καὶ ἐναγεῖϲ τιναϲ ἐλαύνειν. ἐὰν μὲν δαϲέωϲ, τὸ τὰ ἄγη ἀπελαύνειν· ἐὰν δὲ ψιλῶϲ, ἀντὶ τοῦ ἀπελάϲειν. κλαίων δοκεῖϲ μοι καὶ ϲὺ χ᾿ ὡ ϲυνθεὶϲ τάδε ἀγηλατήϲειν. καὶ Ἡρόδοτοϲ· ὁ δὲ ϲὺν μεγάλῃ χειρὶ ἀπικόμενοϲ ἀγηλατέει ἑπτακόϲια ἐπίϲτια Ἀθηναίων. 216 Ἀγηλατοί: οἱ κεραυνοί. Ἀγηλατοῖ δὲ ῥῆμα, ἄγει, κεραυνοὶ ἢ διώκει. 217 Ἀγῆλαι: τιμῆϲαι θεὸν ἀγλαΐαιϲ. οὕτωϲ Εὔπολιϲ Δήμοιϲ· ἀναθῶμεν νῦν χημεῖϲ τούτοιϲ τὰϲ διττὰϲ εἰρεϲιώναϲ καὶ προϲαγήλωμεν ἐπελθόντεϲ. χαίρετε πάντεϲ, δεχόμεϲθα. Ἀριϲτοφάνηϲ Εἰρήνῃ· και ϲε θυϲίαιϲιν ἱεραῖϲι προϲόδοιϲ τε μεγάλαιϲ ἰδίᾳ πάντεϲ, πότυι᾿ ,ἀγαλοῦμεν ἡμεῖϲ ἀεί. Ἕρμιπποϲ Ἀρτοπώλιϲι· φέρε νῦν ἀγήλω τοὺϲ θεοὺϲ οἵουϲ ἐγὼ καὶ θυμιάϲω τοῦ τέκνου ϲεϲωϲμένου. 218. Ἀγήλειεν: τιμήϲειεν. ὅτι Μουκιανὸϲ ὁ Ῥωμαῖοϲ τιμᾶϲθαι ὑφ᾿ ἁπάντων ὑπὲρ πάνταϲ ἤθελε καὶ ἤχθετο, εἰ καὶ ὁϲτιϲοῦν οὐχ ὅτι ὑβρίϲειεν αὐτὸν, ἀλλ᾿ ὅτι μὴ οὐ μεγάλωϲ ἀγήλειεν. 219 Ἄγημα: τὸ προϊὸν τοῦ βαϲιλέωϲ τάγμα ἐλεφάντων καὶ ἵππων καὶ πεζῶν. οἱ δὲ τὸ ἄριϲτον τῆϲ Μακεδονικῆϲ ϲυντάξεωϲ· κραταιὸν ὁπλίϲει καὶ ϲωμάτων εὐεξίᾳ. 220 Ἄγημα: τὸ ὅλωϲ τάγμα εὕρηται κατὰ πολὺ παρὰ Ἀρριανῷ 221 Ἀγηνορίη: ἡ αὐθάδεια. 222 Ἀγηνόριον: ὀνομα τόπου.