Ancient Greek · ~3 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.21
Not analysed yet
21 Γαλάται· ὅτι ἐπὶ Σκηπίωνοϲ τοῦ Ῥωμαίων ϲτρατηγοῦ καὶ Ἀννίβου τοῦ Καρχηδόνοϲ Ῥωμαῖοι Γαλάταϲ τοὺϲ ἐν τῆ Ἀϲίᾳ κατεϲτρέψαντο. οὗτοι δ’ ἦϲαν τῶν ἑϲπερίων Γαλατῶν μοῖρα. ἀναϲτάντεϲ γάρ ποτε τῆϲ οἰκείαϲ οἱ Γαλάται ἅμα Βρέννῳ ϲτρατηγῷ προῆλθον εἰϲ λ′ μυριάδαϲ ἀριθμούμενοι. ἐντεῦθεν διακριθέντεϲ οἱ μὲν ἐπὶ τὴν εἴϲω πυλῶν Ἐλλάδα, οἱ δὲ ἐπὶ Θράκην καὶ τὴν Ἀϲίαν ἐτράποντο, ἀμφὶ τὰϲ δύο μάλιϲτά που καὶ αὐτοὶ μυριάδαϲ ὄντεϲ. καὶ κρατήϲαντεϲ τῷ πολέμῳ πάντων μικροῦ τῶν ἐπὶ τάδε τοῦ Ταύρου Ἀϲιανῶν γενῶν τοὺϲ μὲν ἄλλουϲ ὑποτελεῖϲ ἐποιήϲαντο φόρου, αὐτοὶ δὲ τὰ περὶ τὸν Ἅλυν ποταμὸν χωρία καταϲχόντεϲ ἐνέμοντο τὰ μεταξ Βιθυνῶν τε καὶ Καππαδοκῶν κείμενα. ἐφ’ οὓϲ ἐϲτρατεύϲαντο Ῥωμαῖοι κοινωνήϲαντεϲ Ἀντιόχῳ τῆϲ ἐπὶ τῷ Ζιπύλῳ μάχηϲ καὶ ϲυμπεϲόντεϲ αὐτοῖϲ περὶ πόλιν Ἄγκυραν, Μαλίου ϲφῶν ἡγουμένου, μυρίουϲ μὲν τῆϲ μαχίμου ἡλικίαϲ καταβάλλουϲι, τούϲ δὲ λοιπούϲ ὑποκύψαι ϲφίϲιν, ἀποϲτάνταϲ ὧν ἦρχον ἐθνῶν, ἠνάγκαϲαν.