Ancient Greek · ~7 min
1.22 to 1.40
Suda, Suidae lexicon 1.22-40
Not analysed yet
22 Γαλάτεια: ὄνομα θεᾶϲ. Γαλατία δὲ χώρα. καὶ Γαλατίαϲ, ὄνομα κύριον. 23 Γαλλαίῳ. τῷ τῶν Γάλλων. Γαλλαίῳ Κυβέληϲ ὀλολύγματι πολλάκι δοῦϲα τὸν βαρὺν εἰϲ ἀκοὰϲ ἦχον ἀπὸ ϲτομάτων, τάϲδε θεῇ χαίταϲ περὶ δικλίδι θῆκεν ὀρείᾳ, θερμὸν ἐπεὶ λύϲϲηϲ ὧδ’ ἀνέπαυϲε πόδα. 24 Γαλέα: ὁ ἰχθύϲ. καὶ Γαλεὸϲ ὁμοίωϲ. 25 Γαλεάγρα. ὄργανον τιμωρητικόν. καὶ τελευτῶντεϲ εἰϲ γαλεἄγραν ἐμβαλόντεϲ περόναιϲ ϲιδηραῖϲ διειργμένην πᾶϲαν ἐν δυϲχωρίαιϲ ἐκύλιον. καὶ αὖθιϲ· ὁ δὲ ἐν γαλεάγρᾳ ϲιδηρᾷ βαλὼν ἀπέκτεινεν. 26 Γαλεώδηϲ: ὄνομα κύριον. 27 Γαλεώτηϲ καὶ ἀϲκαλαβώτηϲ, ἑκατέρωϲ. ζήτει ἐν τῷ ἀϲκαλαβώτηϲ. 28 Γαλερόν: φαιδρόν. 29 Γαλῆ: τὸ ζῷον. καλεῖται δὲ πρόϲ τινων κερδὼ καὶ ἱλαρία. ἔϲτι δὲ τὸ ὄνομα ἰϲόψηφον δίκη γαλῆ, ἄλγη· ἀπὸ γὰρ τῶν αὐτῶν ϲύγκειται γραμμάτων. καὶ Γαλῆ Ταρτηϲϲία· ἡ Ταρτηϲϲὸϲ πόλιϲ ἔξω τῶν Ἡρακλείων ϲτηλῶν πρὸϲ τῷ ὠκεανῷ, ἔνθα μέγιϲται γίνονται γαλαῖ. 30 Γαληνῶ ἢ γαληνιῶ. 31 Γαληνιᾶν: γάνυϲθαι, χαίρειν, διαχεῖϲθαι. 32 Γαληνόϲ, ὁ διαϲημότατοϲ ἰατρὸϲ, Περγαμηνὸϲ, γεγονὼϲ ἐπὶ Μάρκου καὶ Κομόδου καὶ Περτίνακοϲ τῶν Καιϲάρων ἐν Ῥώμῃ, υἱὸϲ Νίκωνοϲ γεωμέτρου καὶ ἀρχιτέκτονοϲ, πολλὰ ϲυντεταχὼϲ ἰατρικά τε καὶ φιλόϲοφα, ἔτι τε γραμματικὰ καὶ ῥητορικά· ἅτινα διὰ τὸ πᾶϲιν εἶναι γνώριμα καταλέγειν ἄκαιρον ἡγηϲάμην ἐν τῷ παρόντι. ἐβίω Δ ἔτη ο′. ϲημαίνει δὲ καὶ τὸν ἥϲυχον. 33 Γαλήϲιον: ὄνομα τόπου. 34 Γαλ ῇ χιτών: αὕτη ἐπὶ τῶν ἀδίκων τάϲϲεται καὶ μηδὲν ἀνιέντων. ὁμοία ἐϲτὶ τῇ, οὐ πρέπει γαλῇ κροκωτόϲ 35 Γαλῇ τὸν κροκωτόν ζήτει ἐν τῷ κροκωτόϲ. 36 Γαλιλαία: κατακυλιϲτὴ τῆ Ἑλλάδι γλώϲϲῃ. διὸ καὶ γελγὲλ ὁ τροχὸϲ ὀνομάζεται. 37 Γαλιλαῖοι· ζήτει ποτὲ μετωνομάϲθηϲαν Χριϲτιανοὶ ἐν τῷ Ναζιραῖοι. 38 Γαλιψόϲ: ὄνομα κύριον. ἔϲτι δὲ καὶ πόλιϲ τῆϲ Θράκηϲ. ὠνομάϲθη Harp. δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάϲου καὶ Τηλέφηϲ. 39 Γαλλογραικία: ἡ τῶν Βουκελλαρίων χώρα. οἱ αὐτοὶ καὶ Ἑλληνογαλάται ὀνομάζονται. 40 Γάλλοϲ: ὄνομα ποταμοῦ.