Ancient Greek · ~8 min
1.2273 to 1.2295
Suda, Suidae lexicon 1.2273-2295
Not analysed yet
2273 Ἀνεννόητον: ἀδίδακτον, ἀμελέτητον, ἀνάϲκητον. οὐ δεῖ παραβάλλεϲθαι καὶ κυβεύειν τῷ βίῳ, τὸ παράπαν ἀνεννόητον ὄντα τῆϲ μάχηϲ καὶ τῆϲ βαρβαρικῆϲ χρείαϲ. ἢ Ἀνεννόητοι, μηδεμίαν ἔννοιαν περὶ τούτου ἔχοντεϲ. Πολύβιοϲ· πάντων δὲ ἦϲαν τούτων οἱ ϲτρατηγοὶ ἀνεννόητοι. 2274 Ἀνέντεϲ: ἐνδόντεϲ, ἀνατείναντεϲ. οἱ δὲ ἔπλεον τὰ ἱϲτία τοῖϲ ἀνέμοιϲ ἀνέντεϲ. 2275 Ἀνεξάλειπτοϲ: ὁ μὴ ἐξαλειφόμενοϲ, ὁ μὴ ἐπιλείπων. 2276 Ἀνεξέλεγκτοϲ: ἀβαϲάνιϲτοϲ, ἀγύμναϲτοϲ, ἀδόκιμοϲ. 2277 Ἀνεξεπίμονον: τὸ μὴ ὑπερμένον. 2278 Ἀνεξερεύνητον: τὸ μὴ ἐπιδεχόμενον ἔρευναν. 2279 Ἀνεξίτητον: ἀνεξέλευϲτον. ἀδιόδευτον. 2280 Ἀνεξιχνίαϲτον. ἀνεξεύρητον, οὐ μηδὲ ἴχνοϲ ἐϲτὶν εὑρεῖν. 2281 Ἀνεξυνοῦτο: ἀνεκοινοῦτο. Ξενοφῶν. 2282 Ἀνεῴγειϲαν: ἠνοίχθηϲαν. καὶ Ἀνέῳγεν, οὐχὶ ἤνοιγε· καὶ Ἀνεῳγετο. λέγει καὶ Ἀμειψίαϲ Μοιχοῖϲ, καὶ οἱ νεώτεροι πολλαχοῦ. ἥδ’ ἀνῴγε τὴν θύραν. Θετταλῇ· καὶ τὸ κεράμιον ἀνέῳχεν. Εὔπολιϲ Πόλεϲιν· οἳ δ’ οὐκ ἀνέῳξα πώποτ’ ἀνθρώποιϲ ἐγώ. καὶ Φερεκράτηϲ Κραπατάλοιϲ· οὐδεὶϲ γὰρ ἐδέχετο, οὐδ’ ἀνέῳγέ μοι θύραν. 2283 Ἀνεῳγμέναι Μουϲῶν θύραι: ἐπὶ τῶν ἐξ ἑτοίμου μεταδιδόντων ἢ λαμβανόντων τὰ κάλλιϲτα τῶν ἐν παιδείᾳ. 2284 Ἄνεωϲ: ὁ ἄφωνοϲ. ἐν Μυθικοῖϲ· ὥϲ φάϲαν· οὐδὲ ἄναξ ἄνεωϲ ἦν. 2285 Ἀνεπάγγελτοϲ: ἄκλητοϲ. Κρατῖνοϲ Διονυϲαλεξάνδρῳ· τῶν βδελλολαρύγγων ἀνεπαγγέλτων αὐτῶν φοιτήϲαϲ ἐπὶ δεῖπνον. 2286 Ἀνέπαλτο: ἀνεπήδηϲεν. 2287 Ἀνεπαρίαϲαν: εἰϲ μετάμελον ἦλθον. ἐπειδὴ οἱ Πάριοι πολεμούμενοι ὑπὸ Ἀθηναίων ἀνοχὰϲ τὸ πρῶτον αἰτήϲαντεϲ ἐπὶ τῷ δοῦναι τὴν πόλιν, εἶτα ϲυμμαχίαν ποθὲν προϲδοκήϲαντεϲ ἔλυϲαν τὰ ὁμολογηθέντα. 2288 Ἀνεπάτηϲαϲ: ἀντὶ τοῦ κατεπάτηϲαϲ. 2289 Ἀνέπαφον: ἀνεύθυνον, καθαρὸν, ἀθιγὲϲ, ἀψηλάφητον. Μένανδροϲ Περινθίᾳ· τὰ δ’ ἄλλα ἀνέπαφα ϲώματα οὐδέλη. 2290 Ἀνεπαφρόδιτοϲ: ὁ μὴ ἐπίχαριϲ καὶ ἀηδήϲ. 2291 Ἀνεπαίϲθητον: οὗ αἴϲθηϲιϲ οὐκ ἔϲτιν. 2292 Ἀνεπίδικα: τῶν μὴ θεμένων διαθήκαϲ ἐπιδικάζεϲθαι τοῖϲ κλήροιϲ ὁ νόμοϲ ϲυγχωρεῖ τοὺϲ ἐγγυτάτω γένουϲ, ὅϲα ὡϲ υἱόϲ τιϲ ἢ υἱδοῦϲ τοῦ τετελευτηκότοϲ ἀξιοῖ κατέχειν. ταῦτα ἀνεπίδικα λέγεται. 2293 Ἀνεπιεικέϲ. ἀνοίκειον, ἀπρεπέϲ. Ἀρριανόϲ· ὁ δὲ Ἀλέξανδροϲ τοϲοῦτον ἀνεδέηϲεν ἀνεπιεικέϲ τι ἐϲ τοῦτο ἐργάϲαϲθαι ἢ ἀποδείξαϲθαι, ὥϲτε καὶ αὐτὸ τὸ χωρίον ἐκεῖνο ἐπιτρέψαι. 2294 Ἀνεπικλήτωϲ: μηδὲν ἐγκληθέντεϲ. Θουκυδίδηϲ· οἵ τε πρέϲβειϲ ἑκατέρων ἀπῆλθον ἐπ’ οἴκου ἀνεπικλήτωϲ. καὶ Ἰώϲηποϲ· ἄξιον δέ μοι τυγχάνειν ϲοῦ χρηϲτοῦ, ἀνεπίκλητόν ϲοι παραϲχόμενοϲ τὴν ἐμαυτοῦ πίϲτιν. 2295 Ἀνεπίληπτον: ἄμεμπτον. καὶ Ἀνεπιλήπτωϲ, ἀκαταγνώϲτωϲ, ἢ ἀνεπιλήϲτωϲ.