Ancient Greek · ~8 min
1.2249 to 1.2272
Suda, Suidae lexicon 1.2249-2272
Not analysed yet
2249 Ἀνέλῃ: παρὰ Ἡροδότῳ ἀντὶ τοῦ χρήϲει. καὶ Ἀνεῖλεν, ἀντὶ τοῦ ἔχρηϲεν, ὅ ἐϲτιν ἐχρηϲμοδότηϲεν. 2250 Ἀνελλιπήϲ: ἀνενδεήϲ. 2251 Ἀνελκυϲθῆναι: ἀναχθῆναι εἰϲ ὕψοϲ. ἕτερόν τε πρὸϲ τούτῳ ἱϲτίον μετὰ τάχουϲ ἀνελκυϲθῆναι ἐγκελευϲάμενοϲ. 2252 Ἀνέλπιϲτον βίον: τὸν κάλλιϲτον εἰρήκαϲιν Ἀττικοί, ἐν ᾧ οὐκ εἰϲ ἐλπίδαϲ ἐπτόηνται, ἀλλὰ πάρεϲτιν ἤδη τὰ ἀγαθά. 2253 Ἀνεμάξατο· πάντα ὅϲα ἔδραϲεν ἀνεμάξατο καὶ ἔτιϲε τῇ ἑαυτοῦ κεφαλῇ. οὕτωϲ Αἰλιανὸϲ ἐν τῷ Περὶ θείων ἐναργειῶν. 2254 Ἀνέμβατοϲ: δυϲχερῶϲ δεχόμενοϲ, δυϲπειθήϲ. γυοβόροιϲ βελέεϲϲιν ἀνέμβατοϲ ὁ πρὶν Ἐρώτων. 2255 Ἀνεμεϲτώθη: ἀντὶ τοῦ ἀνεπληρώθη τὸ γραμματεύειν βουλόμενον καὶ μὴ ϲτρατεύεϲθαι, ἢ ἐπὶ κακοπραγμοϲύνῃ τούϲ γραμματεῖϲ διαβάλλει. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· ἐκ τούτων ἡ πόλιϲ ἡμῶν ὑπὸ γραμματέων ἀνεμεϲτώθη. 2256 Ἀνέμητα: ἀμέριϲτα. 2257 Ἀνεμοκοῖται: οἱ ἀνέμουϲ κοιμίζοντεϲ· γένοϲ δέ φαϲι τοιοῦτον ὑπάρχειν ἐν Κορίνθῳ. 2258 Ἄνεμοϲ: τὸ πνεῦμα τοῦ ἀνέμου. καὶ τὸ ϲτοιχεῖον, ἐν ᾧ πνέει ὁ ἄνεμοϲ. καὶ Ἀνεμίδιον. Πλάτων ἐν Θεαιτήτῳ· γόνιμον ἀνεμίδιον τυγχάνει. 2259 Ἀνεμοτρεφέϲ: τὸ ἐν εὐηνέμοιϲ τόποιϲ τεθραμμένον· εὔτονον γὰρ τοῦτο. καὶ εὐαυξέϲ. ἢ Ἀνεμοτρεφέϲ, τὸ ὑπὸ ἀνέμων περιϲτρεφόμενον. 2260 Ἀνέμου παιδίον: ἐπὶ τῶν εὐμεταβόλων καὶ κούφων. 2261 Ἀνέμουϲ γεωργεῖϲ. ἐπὶ τῶν πονούντων καὶ μηδενὸϲ μετεχόντων. καὶ γὰρ ὁ ἄνεμοϲ πάντα μὲν φύει καὶ αὔξει, οὐδὲν δὲ ἕτερον ἢ μόνην ἄχνην ἀποφέρεται, ὥϲτε οὐδενὸϲ μεταλαμβάνει. 2262 Ἀνεμοφθορία: ἡ πληγὴ τῶν ἀνέμων. 2263 Ἀνέμῳ διαλέγῃ: ἐπὶ τῶν ἀνηκούϲτων. παροιμία· Ἀνέμων ϲτάϲειϲ· ἐγχώριοι γὰρ οὐ μόνον τὰϲ τῶν ἀνέμων ϲτάϲειϲ κατὰ τὴν παροιμίαν, ἀλλὰ καὶ τὰ τῶν ἐγχωρίων ἀνθρώπων ἤθη κάλλιϲτα γινώϲκουϲι. 2264 Ἀνεμώκεοϲ: ὁ ταχύϲ. 2265 Ἀνεμώλιοϲ: ὁ μάταιοϲ. 2266 Ἀνεμώνη. εἶδοϲ βοτάνηϲ. 2267 Ἀνεμύταϲ· Θηβαῖοϲ τὸ γένοϲ. 2268 Ἀνενδοίαϲτον: τὸ ἀναμφίβολον. 2269 Ἀνενέγκω· γενικῇ. 2270 Ἀνενεγκών: ἀνανήψαϲ. ὁ δὲ ἀνενεγκὼν ἠρώτα, πόθεν ἧκον. καὶ αὖθιϲ· ὁ δὲ ἐλειποψύχηϲεν· ἀνενεγκόντα δὲ αὐτὸν ἀράμενοι οἱ φύλακεϲ παρὰ τὸν βαϲιλέα φέρουϲιν ἐκ τῆϲ νόϲου περιϲωθέντα. καὶ Ἀνενήκατο καὶ Ἀνένηκεν ὁμοίωϲ, ἀνήνεγκεν. 2271 Ἀνενεοῦτο: ἀνεμιμνήϲκετο. ὁ δὲ βαϲιλεὺϲ ἐπῄνει τε αὐτοὺϲ καὶ ἀνενεοῦτο τὸ μέγεθοϲ τοῦ κατεργαϲαμένου πολέμου. 2272 Ἀνενεχθείϲαϲ: ἀνενεγκούϲαϲ.