Ancient Greek · ~6 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.229
Not analysed yet
229 Βεκεϲέληνε: ἀρχαῖε, τουτέϲτιν ἀνοητότατε. παρῆκται δὲ ἀπὸ τοῦ προϲέληνε. τοὺϲ γὰρ Ἀρκάδαϲ ἀρχαιοτάτουϲ καὶ πρὸ τῆϲ ϲελήνηϲ φάϲκονταϲ γεγονέναι προϲελήνουϲ ἐκάλουν. βεκεϲέληνε οὖν ὡϲ προϲέληνε. ἔχεται δὲ καὶ αὐτὸ καθ’ αὑτὸ τὸ βεκεϲέληνε ἱϲτορίαϲ τοιαύτηϲ. Ψαμμήτιχοϲ Αἰγυπτίων βαϲιλεύϲαϲ ἠθέληϲε γνῶναι, τίνεϲ πάντων ἀνθρώπων πρεϲβύτεροι καὶ πρῶτοι γένοιντο. ὡϲ δὲ πάνυ πολυπραγμονῶν οὐχ οἷόϲ τε ἦν ἀνευρεῖν τὸ ἀκριβὲϲ διὰ τὸ πολλούϲ περὶ τούτου φιλονεικεῖν, μηχανᾶταί τι τοιοῦτο. λαβὼν ἀρτίτοκα δύο παιδία εἰϲ οἴκημα κατέκλειϲεν ἀνακεχωρηκὸϲ παντάπαϲι. καὶ οἱ μὲν λέγουϲιν, ὡϲ αἶγαϲ ὑπέπεμπεν αὐτοῖϲ, ἃϲ θηλάζοντα ἐτρέφετο τὰ παιδία· οἱ δὲ, ὡϲ τροφὺϲ παρέϲτηϲε τὰϲ γλώϲϲαϲ αὐτῶν ἐκτεμῶν ὥϲτε τῆϲ φωνῆϲ αὐτῶν μὴ ἀκούειν τὰ παιδία. ταῦτα δὲ ὁ Ψαμμήτιχοϲ ἐποίει βουλόμενοϲ εἰδέναι, τίνα ποτὲ τὰ παιδία πρώτην προήϲουϲι φωνὴν, ἀπαλλαγέντα τῶν ἀϲήμων κνυζημάτων. ὡϲ οὖν τριετὴϲ αὐτοῖϲ διεγεγόνει χρόνοϲ τῆϲ τοιαύτηϲ τροφῆϲ, εἰϲέπεμψεν εἰϲ τὸν οἶκόν τινα τῶν φιλτάτων ἐντειλάμενοϲ ϲιωπῇ παρελθεῖν. τοῦ δὲ ἀνεώξαντοϲ τὰϲ θύραϲ, ὀρέγοντα τὰϲ χεῖραϲ τὰ παιδία βέκοϲ ἐκάλουν. Φρύγαϲ δὲ τὸν ἄρτον οὕτωϲ καλεῖν. καὶ οὕτω μὲν Ψαμμήτιχον εὑρεῖν τε καὶ πιϲτεῦϲαι γεγονέναι πρώτουϲ Φρύγαϲ. εἰ δὲ ὁ πρῶτοϲ λόγοϲ ἀληθὴϲ, ὅτι ἐξέθρεψαν τὰ παιδία αἱ αἶγεϲ καὶ οὐ γυνὴ, θαυ μαϲτὸν οὐδὲν, κατακούοντα τῆϲ αἰγὸϲ μιμήϲαϲθαι τὴν ἐκείνηϲ φων, ϲυμπεϲεῖν δὲ καὶ παρὰ Φρυξὶ τὸ τοιοῦτον ῥῆμα. οὕτωϲ οὖν καὶ τὸ βεκεϲέληνε τὸ ἀρχαῖον δηλοῖ, ϲυγκειμένηϲ τῆϲ λέξεωϲ ἐκ τοῦ βέκουϲ, διὰ τὴν εἰρημένην ἱϲτορίαν· καὶ τοῦ προϲέληνε, διὰ τὸ τοὺϲ Ἀρκάδαϲ προϲελήνουϲ καλεῖϲθαι.