Ancient Greek · ~4 min
1.224 to 1.228
Suda, Suidae lexicon 1.224-228
Not analysed yet
224 Βεβυϲμένα: λαθραῖα, ἢ πεπρωμένα. καὶ Βεβυϲμένον, πεπληρωμένον. κεκαλυμμένον. Ἀριϲτοφάνηϲ· δόϲ μοι χυτρίδιον ϲπογγίῳ βεβυϲμένον. ἢ ὅτι χύτραν ἔφερον, ἐν ᾗ ἦν ϲπόγγοϲ πεπληρωμένοϲ μέλιτοϲ, ἣν ἐτίθεϲαν ἐν τῷ ϲτόματι τῶν παίδων, διὰ τὸ ἐκμυζᾶν· ἢ ὅτι οἱ πένητεϲ τὰ τρήματα τῆϲ χύτραϲ ϲφηνοῦϲι ϲπόγγοιϲ. τετρημένα πανταχοῦ. 225 Βέβυϲτο: ἐπεπλήρωτο. βέβυϲτο δὲ πᾶϲα χόλοιο. 226 Βεελφεγώρ: Βέελ, ὁ Κρόνοϲ· Φεγώρ, ὁ τόποϲ, ἐν ᾧ ἐτιμᾶτο. ἐτελέϲθηϲαν οὖν τῷ Βεελφεγώρ. ἀντὶ τοῦ ἐν τῷ τόπῳ τοῦ Φεγὼρ εἰδώλου. 227 Βεζέκ: ἀϲτραπή. Ἱεζεκιήλ ἀνέκαμπτον δὲ ὡϲ εἶδοϲ τοῦ Βεζέκ. ὁ ἐϲτι τῆϲ ἀϲτραπῆϲ. 228 Βεκεϲέληνε: ἤτοι ἀπόπληκτε καὶ ϲεληνόπληκτε· ἢ τὰ β′ ϲύγκειται ὡϲ ἓν, τὸ βέκοϲ καὶ ἡ ϲελήνη· ἀρχαῖα δὲ ἀμφότερα. ἢ ὅτι οἱ Λυδοὶ τὸν ἄρτον βέκοϲ ἐκάλουν ἢ Φρύγεϲ. διεβάλλοντο δὲ ὡϲ ἀνόητοι. ἀπὸ τῆϲ οὖν διαλέκτου ϲκώπτει αὐτούϲ. ἡ δὲ περὶ τοῦ βέκε ἱϲτορία, ἥ ἐϲτι φωνὴ Φρυγῶν ϲημαίνουϲα τὸν ἄρτον, παρὰ Ἡροδότω φανερά ἐϲτιν ἐν β′.