Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2313
Not analysed yet
2313 Ἀνερριχῶντο: χερϲὶ καὶ ποϲὶ περιδραϲϲόμενοι ἀνήρχοντο. κυρίωϲ τὸ τοῖϲ ποϲὶ καὶ χερϲὶ βιαζόμενον εἰϲ ὕψοϲ ἀναβαίνειν ἀναρριχᾶϲθαι ἔλεγον. Ἑλλάνικοϲ· ἀναρριχᾶται δὲ ὥϲπερ πίθηκοϲ ἐπ’ ἄκρα τὰ δένδρα. τουτέϲτι πρὸϲ ὕψοϲ ἀνέβαινε, πρὸϲ δένδρα καὶ τοίχουϲ. εἴρηται δὲ ἀπὸ τῶν ἀρρίχων. εἶδοϲ δέ ἐϲτι κοφίνων, οὓϲ εἰώθαϲι διὰ ϲχοινίων ἀνιμᾶν. ἢ ἀπὸ τῶν ἀραχνῶν, καί ἐϲτιν οἷον ἀραχνᾶϲθαι· αἱ γάρ ἀράχναι νήθουϲι κατὰ τὰϲ ἐναερίουϲ ὁδούϲ. Ἀριϲτοφάνηϲ· πρὸϲ ταῦτ᾿ ἀνερριχᾶτ᾿ ἂν πρὸϲ τὸν οὐρανόν. περὶ τοῦ κανθάρου λέγων.