Ancient Greek · ~6 min
1.2314 to 1.2336
Suda, Suidae lexicon 1.2314-2336
Not analysed yet
2314 Ἀνερμάτιϲτον: ἀϲτήρικτον, ἄοπλον, ἀπαραϲάλευτον. 2315 Ἀνέρρωϲεν: ὑγιᾶ εἰργάϲατο. ὁ δὲ Νικάνωρ ἐνόϲηϲε, καὶ πολλάκιϲ ὁ θεὸϲ ἀνέρρωϲεν αὐτόν. 2316 Ἄνεϲ· δοτικῇ. 2317 Ἀνέϲαντεϲ: ἀνακαθίϲαντεϲ. 2318 Ἀνέϲαιμι: ἀναπαύϲαιμι. 2319 Ἀνέϲειον: ἐτάραττον, ἀνεκίνουν. οἱ δὲ Κρῆτεϲ, φοβούμενοι μή τι τιμωρίαϲ τύχωϲιν, ἀνέϲειον τὰ πλήθη παρακαλοῦντεϲ τὴν ἐξ αἰῶνοϲ παραδεδομένην ἐλευθερίαν διαφυλάττειν. 2320 Ἀνεϲίαν: τὴν ἄνεϲιν, καὶ τὴν ἄδειαν. Κρατῖνοϲ Βουκόλοιϲ. 2321 Ἀνεϲκευάϲαντο: τὸ ἀναϲτάτουϲ γενέϲθαι καὶ οἷον ἀπείπαϲθαι καὶ Ἀνεϲκολοπιϲμένον: τὰ ὅπλα ἐνδυϲάμενοι. 2322 Ἀνεϲκολοπιϲμένον: ἀνεϲταυρωμένον· ϲκόλοπεϲ γὰρ τὰ ὀρθὰ ξύλα ἢ κάλαμοι. 2323 Ἀνεϲόβηϲαν: διήγειραν. οἱ δὲ Ἄβαροι τῷ ϲκληρά τε καὶ ὀγκώδη φρονήματα ἔχειν τὴν ὡϲ ἀλλήλουϲ ἀνεϲόβηϲαν ἔριν. 2324 Ἀνεϲώϲατο: ἀνεκτήϲατο. ὁ δὲ ἐκϲτρατείαιϲ χρώμενοϲ φρούρια ἀνεϲώϲατο τοῖϲ Ῥωμαίοιϲ. 2325 Ἀνέϲπακε· Θουκυδίδηϲ. ἀνεύρηκεν, εἴληφεν. Μένανδροϲ Ῥαπιζομένῃ· πέποθε γὰρ, ὧ φίλοι θεοὶ, τούτουϲ ἀνεϲπάκαϲιν οὗτοι τοὺϲ λόγουϲ. 2326 Ἀνέϲτάλη: ἐϲείϲθη, μετεκινήθη. 2327 Ἀνεϲταυρώθη: ἀνεϲκολοπίϲθη. 2328 Ἀνέϲτελλον: ἀπεῖργον, ἐκώλυον. δράκοντεϲ ἄρα μέγιϲτοι τὸ μέγεθοϲ ἀνέϲτελλον αὐτούϲ. 2329 Ἀνεϲτηκώϲ: ἀνάϲτημα ἔχων. Εὐνάπιοϲ· ἐλεύθεροϲ δὲ ὢν καὶ ἀνεϲτηκὼϲ ἐκ παιδὸϲ τὴν ψυχὴν γενόμενοϲ. 2330 Ἀνέϲτηϲαν: μετῴκιϲαν. νεμεϲᾷ τε καὶ ἀγανακτεῖ ὁ Καῖϲαρ, ὅτι μὴ ἀνέϲτηϲαν ἁπαξάπανταϲ Σαβείρουϲ τε καὶ Ἀλβανούϲ. 2331 Ἀνέϲτιοϲ: ἄοικοϲ. μηδὲν ἐϲ Λυϲίϲτρατον, μηδὲ Θούμαντιν τὸν ἀνέϲτιον αὖ λυπεῖν ἑκούϲῃ καρδίᾳ. οὗτοι ὡϲ πένητεϲ διεβάλλοντο. 2332 Ἀνεϲτομώθηϲαν: ἀνεκρούϲθηϲαν, ἡ ἐπληρώθηϲαν. 2333 Ἀνεϲύρατο: ἐγύμνωϲεν. 2334 Ἀνέϲφηλεν: ἀνέζηϲεν. 2335 Ἀνέϲχετο: ἀνέτεινεν. 2336 Ἀνεϲχήκει: ἀνέτειλε. καὶ ἡ ϲελήνη ἀνεϲχήκει λαμπρὰ, οἷα δὴ οὐ πολὺ πανϲελήνου ἀποδέουϲα.