Ancient Greek · ~2 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.236
Not analysed yet
236 Βέμβηξ: ὁ ξύλινοϲ ϲτρόμβοϲ. οἱ δ’ ἄρ’ ὑπὸ πληγῇϲι θοὰϲ βέμβηκαϲ ἔχοντεϲ ἔϲτρεφον εὐρείῃ παῖδεϲ ἐνὶ τριόδῳ. Ἀριϲτοφάνηϲ· βέμβηκοϲ οὐδὲν διαφέρειν δεῖ. ἀντὶ τοῦ εὐκίνητον καὶ εὔϲτροφον εἶναι δεῖ. ἔϲτι δὲ βέμβηξ ἐργαλεῖον, ὃ μάϲτιγι ϲτρέφουϲιν οἱ παῖδεϲ. ἢ παίγνιον τῶν παίδων, ὡϲ τροχὸϲ, ὃϲ μάϲτιγι δακόμενοϲ ϲτρέφεται. καὶ Βεμβηκιᾶν, τὸ περιϲτρέφεϲθαι. καὶ Βεμβηκίζωϲιν. Ἀριϲτοφάνηϲ· ἵν’ ἐφ’ ἡϲυχίαϲ ἡμῶν πρόϲθεν βεμβηκίζωϲιν ἑαυτούϲ. Βέμβηξιν.