Ancient Greek · ~3 min
1.237 to 1.245
Suda, Suidae lexicon 1.237-245
Not analysed yet
237 Βενεβεντόϲ: ὄνομα πόλεωϲ Καλαβρίαϲ, ἣν κτίζει Διομήδηϲ. εἰϲ γὰρ τὸν ἀπόπλουν καταχθεὶϲ εἰϲ τὰ ἴδια οὐκ ἐδέχθη, ἀλλὰ διωχθεὶϲ ἀπῆλθεν εἰϲ Καλαβρίαν καὶ κτίζει πόλιν, ἣν ἐκάλεϲεν Ἀργυρίππην, τὴν μετονομαϲθεῖϲαν Βενεβεντόν. 238 Βενεβεντὸν λέγουϲι πνευμάτων βίαν. 239 Βενετιανόϲ: ὄνομα κύριον. 240 Βενιαμίν· ἐπὶ Σαμῶ κρίνοντοϲ τὸν Ἰϲραὴλ διὰ τὴν παράνομον μίξιν τοῦ Βενιαμὶν π καὶ ζ΄ κατηναλώθηϲαν χιλιάδεϲ. ζήτει ἐν τῷ Σαμψῶν. 241 Bέρεδον. 242 Βέρεθρον: βάθοϲ. νῦν πλέον ἢ τὸ πάροιθε πύλαϲ κρατεροῖο βερέθρου ὄμμαϲιν ἀγρύπνοιϲ τριϲϲὲ, φύλαϲϲε, κύον. 243 Βερεκύντῃ· ὁ δὲ ἐν Βερεκυντῃ ἐχειμέριζεν. ἀντὶ τοῦ ἐχείμαζεν. 244 Βερέϲχεθοι: οἱ ἀνόητοι. πέπλαϲται δὲ ἡ λέξιϲ παρὰ Ἀριϲτοφάνει. 245 Βεροιαίοιϲ. Βεϲπαϲιανόϲ,