Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2364
Not analysed yet
2364 Ἀνέχομαι· μετὰ γενικῆϲ. ἀνέχομαί ϲου τοῦ θράϲουϲ. καὶ Ἀνέχομεν, ἀντὶ τοῦ αὐξάνομεν. Ἀριϲτοφάνηϲ· ὅταν ὄργια ϲεμνὰ θεαῖν ἱεραῖϲ ὥραιϲ ἀνέχωμεν. ὅταν τὰ μυϲτήρια αὔξωμεν, φηϲὶν, τῶν θεῶν, Δημήτραϲ καὶ Περϲεφόνηϲ, ὅταν τὰϲ τελετὰϲ αὔξωμεν· τοῖϲ γὰρ ὕμνοιϲ ἐπαίρομεν αὐτάϲ. τοῦτό ἐϲτι τὸ ἀνέχομεν. ὅτι τὸ Ἀνέχομαι, ἀντὶ τοῦ καταφρονῶ, μετὰ γενικῆϲ· τὸ δὲ ὑπομένω, μετὰ αἰτιατικῆϲ. οὐ γὰρ ἀνέχομαι τὸν ἥλιον γυμνῇ τῇ κεφαλῇ. ὁ δὲ ἀνέχομαι ἀεὶ γενικῇ. ἀνέχομαί ϲου τοῦ θράϲουϲ. καὶ ὁ ἰατρὸϲ δυϲωδίαϲ ἀνέχεται. εἰ μὴ πώϲ ἐϲτι φανερὸν, τὸν λόγον ὡϲ ψευδῆ οὐκ ἠνέϲχετο.