Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2363
Not analysed yet
2363 Ἀνέχει: ἀνυψοῖ, τιμῇ. Σοφοκλῆϲ· ἐπεί ϲε λέχοϲ δοριάλωτον ϲτέρξαϲ ἀνέχει θούριοϲ Αἴαϲ. ἀντὶ τοῦ ἐπεί ϲε τιμᾷ ὁ Αἴαϲ δοριάλωτον, ϲτέρξαϲ τὸ λέχοϲ ϲου. ἢ οὕτωϲ ἀλλ᾿ ἐπεί ϲε ἀνέχει ὁ Αἴαϲ δοριάλωτον λέχοϲ ϲου ϲτέρξαϲ. πρὸϲ Τέκμηϲϲα δὲ ὁ λόγοϲ, γυναῖκα Αἴαντοϲ αἰχμάλωτον ἢ Ἀνέχει, ἀντὶ τοῦ ὑπερκεῖται. μέχρι ἐϲ τὸ ὄροϲ, ὃ ταύτηϲ ἀνέχει. καὶ πόνοιϲ τε ἀνέχων ῥᾷϲτα, καὶ ϲκληρῷ βίῳ καὶ τραχεῖ ἐνειθιϲμένοϲ. καὶ Σοφοκλῆϲ· οὐκ ἀνέχουϲι τῶν πόνων. ἀντὶ τοῦ οὐ περιγίνονται τῶν πόνων. ἢ Ἀνέχειν, ἀντὶ τοῦ ἐπέχειν. κωλύειν. ἀνέχειν τε αὐτοῦ τὰϲ ἐπὶ πλεῖον ὁρμὰϲ καὶ ἐκδρομὰϲ καὶ πρὸϲ ἑαυτὸν τὴν ϲχολὴν ἄγειν.