Ancient Greek · ~6 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2371
Not analysed yet
2371 Ἀνεῖλεν: ἀντὶ τοῦ ἐμαντεύϲατο. διφορεῖται γὰρ ἡ λέξιϲ. Λακεδαιμόνιοι ἐτείχιζον τὸν Ἰϲθμόν. Ἀθηναίοιϲ δὲ ὁ θεὸϲ τὰ μὲν πρῶτα χρωμένοιϲ ἀνεῖλε φεύγειν· λιπαροῦϲι δὲ ἔχρηϲε· τεῖχοϲ Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺϲ μοῦνον ἀπόρθητον τελέθειν, τὸ ϲὲ τέκνα τ’ ὀνήϲει. μηδὲ ϲύ γ’ ἱπποϲύνην τε μένειν καὶ πεζὸν ἰόντα πολλὸν ἀπ᾿ ἠπείρου ϲτρατὸν ἥϲυχοϲ, ἀλλ᾿ ὑποχωρεῖν νῶτον ἐπιϲτρέψαϲ· ἐπί τοί ποτε κἀντίοϲ ἔϲϲῃ. ὦ θεία Σαλαμὶϲ, ἀπολεῖϲ δὲ ϲὺ τέκνα γυναικῶν ἤπου ϲκιδναμένηϲ Δημήτεροϲ ἢ ϲυνιούϲηϲ. ταῦτα ἐξηγήϲατο Θεμιϲτοκλῆϲ ὁ Νεοκλέουϲ, ὃϲ δι᾿ ἐλευθεριότητα ἀπεκηρύχθη, τεῖχοϲ μὲν ξύλινον τὰϲ ναῦϲ εἰπών. τὴν δὲ Σαλαμῖνα θείαν οὐκ ἂν ὀνομάϲειν τὸν θεὸν, εἰ τὰ τέκνα τῶν Ἐλλήνων ἔμελλεν ἀπολέϲειν. ϲυνεβούλευϲε δὲ περὶ τὴν Σαλαμῖναι ναυμαχῆϲαι, καὶ ϲοφὸϲ ἐκλήθη διὰ τοῦτο καὶ ϲτρατηγὸϲ ἀπεδείχθη, καὶ τὴν πρὸϲ Αἰγινήταϲ ἔχθραν ἀποθέϲθαι, καὶ τὴν πόλιν ἐκλιπεῖν, καὶ τὰ γένη Τροιζηνίοιϲ καὶ Αἰγινήταιϲ παρακαταθέϲθαι. καὶ αὖθιϲ· ἔπεμψαν οἱ Σπαρτιᾶται χρηϲόμενοι τῆϲ μήνιδοϲ ἄκοϲ λαβεῖν γλιχόμενοι· καὶ ἀνεῖλεν οὕτωϲ· ἶϲον τοι Δῆλόν τε Καλαβρίην τε τίθημι Πυθῶ τ᾿ ἠγαθέην, καὶ Ταίναρον ἠνεμόεϲϲαν. ἐπεὶ ἔϲτιν ὅτε τὸ ἀνεῖλεν ἀντὶ τοῦ ἐφόνευϲε λαμβάνεται. ἀνελεῖν δὲ τὸ μαντεύεϲθαι, ἢ ἀπὸ τοῦ ἄνωθεν λαμβάνειν τὸ πνεῦμα καὶ πληροῦϲθαι τοῦ θεοῦ, ἢ ἀπὸ τοῦ ἀνελεῖν τὴν ἄγνοιαν. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ φονεύειν φαμὲν ἀνελεῖν ἢ ἀπὸ τοῦ ἄνω λαμβάνειν τὸ ἐν βάθει πνεῦμα τοῦ ἀνδρὸϲ ἢ ἐκ τοῦ ἐναντίου, ἀπὸ τοῦ ἀνελεῖν τὴν γνῶϲιν. λέγεται δὲ ἀνελεῖν καὶ τὸ ἀναλαβεῖν τὰ ἔκθετα βρέφη καὶ τρέφειν, καὶ ἁπλῶϲ ὅπερ ἄν τιϲ ἀναλαμβάνοιτο.