Ancient Greek · ~6 min
1.2372 to 1.2393
Suda, Suidae lexicon 1.2372-2393
Not analysed yet
2372 Ἀνείλλεϲθαι: ϲυϲτρέφεϲθαι, καὶ ἀλλήλουϲ τοῖϲ δόραϲι τύπτειν. καὶ Ἀνείλλεται, ἀνειλεῖται. καὶ Ἀνείλετο, ἀνέλαβεν. 2373 Ἀνειλήθυιαν: ἄτοκον. Εὐριπίδηϲ. 2374 Ἀνείληπτόϲ ἐϲτι τὸ Ἑλληνικὸν, οὐχὶ ἀνάληπτοϲ, οὐδὲ ἕτερον τοιοῦτον οὐδέν. 2375 Ἀνήλιποϲ: ὁ ἀνυπόδητοϲ. 2376 Ἀνείλιττε τὴν τυραννίδα. 2377 Ἀνειλόμην: δύο δηλοῖ, τό τε ἔθρεψα καὶ τὸ ἐβάϲταϲα. 2378 Ἀνειλύϲπω: ἀνέβαινεϲ. 2379 Ἀνειμέναι: ἐκλελυμέναι. παρειμέναι. καὶ παρὰ Σοφοκλεῖ ἀνειμένη, ἀντὶ τοῦ ἄνεϲιν ἔχουϲα πανταχόθεν. ἀνειμένη μὲν, ὡϲ ἔοικαϲ, οὖ ἐκτρέφῃ· οὐ γὰρ πάρεϲτ᾿ Αἴγιϲθοϲ. καὶ Ἀνειμένον ἄλϲοϲ, τὸ τῷ θεῷ ἀφιερωμένον. καὶ τὸ ἠνεῳγμένον. καὶ τὸ ῥᾳθύμωϲ τι ποιεῖν. ἀδύνατόν τε ἦν αὐτοῖϲ οὕτωϲ ἀνειμένα πωϲ καὶ πονουμένοιϲ ἐπικρατήϲειν. καὶ, ἀνειμένων πόλοιο παμφαῶν πτυχῶν. ἀντὶ τοῦ ἀνεῳγμένων. 2380 Ἀνείμονεϲ: ἀνίματοι, ἄνευ ἱματίων. 2381 Ἀνείμουν τοῖϲ δόραϲιν: ἀντὶ τοῦ ἀνεῖλκον. 2382 Ἀνεῖν· Ξενοφῶν. ἐν γὰρ τοῖϲ τοιούτοιϲ οἱ ἀγαθοὶ ἐπιπονεῖν ἐθέλουϲι καὶ ἀνεῖν. 2383 Ἀνεῖναι: ἀφεῖναι. καὶ Ἀνεῖναι κύβον, ἀντὶ τοῦ ἀναρρίψαι κύβον. 2384 Ἀνεῖπεν: ἀνεκήρυξεν, ἀνηγόρευϲεν. Ἀριϲτοφάνηϲ· ὁ δ᾿ ἀνεῖπ᾿ εἴϲαγ᾿ ,ὦ Θέογνι, τὸν χορόν. 2385 Ἀνεῖργεν· αἰτιατικῇ. ἀπεκώλυϲε. καὶ Ἀνεῖρξαν, ἀπεκώλυϲαν. ἀργύριον αἰτοῦντα ἀπειλοῦντά τε πολεμήϲειν, εἰ μὴ λάβοι, οἱ Ῥωμαῖοι ἀνεῖρξαν. 2386 Ἀνείρηκε τὸν χρηϲμόν· καὶ τὸν κήρυκα ἀνειπεῖν λέγουϲιν. 2387 Ἀνεῖρπεν: ἐϲύρετο. 2388 Ἀνειρύϲω: ἀνελκύϲω. ἢν δέ μέ χ᾿, ὡϲ ἐκ νόϲου ἀνειρύϲω, ὧδε καὶ ἐχθρᾶϲ ἐκ πενίηϲ ῥύϲῃ, δέξο χιμαιροθύτην. 2389 Ἀνείϲ: ἀφείϲ. καὶ Ἀνεῖϲα, ἀφεῖϲα. 2390 Ἀνεῖϲθαι: λελύϲθαι. 2391 Ἄνειϲιν: ἀνέρχεται. 2392 Ἀνείϲθω: ϲυγχωρείϲθω. 2393 Ἀνεῖται: παρεῖται. καὶ Ἀνεῖται, ἀπολέλυται.