Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.239
Not analysed yet
239 Ἄγιϲ, Ἄγιδοϲ. ὁ Παυϲανίου. οὗτοϲ ἐμβαλών ποτε ἐϲ τὴν Μαντινεικὴν, αὐτούϲ μὲν κατέκλειϲε, τὸν δὲ παραρρέοντα ποταμὸν ἐϲ τὸ τεῖχοϲ παρατρέψαϲ παρέλυϲεν· ἦν γὰρ ἐξ ὠμῆϲ πλίνθου, ἥτιϲ πρὸϲ μὲν τὰϲ ἑλεπόλειϲ ἀϲφαλεϲτέρα ἐϲτὶ τῆϲ ὀπτῆϲ καὶ τῶν λίθων. οἱ μὲν γὰρ κατάγνυνται καὶ ἐκπηδῶϲι τῶν ἁρμονιῶν· ἡ δὲ ὠμὴ πλίνθοϲ οὐχ ὁμοίωϲ πονεῖ. διαλύεται δὲ ὑπὸ ὕδατοϲ οὐχ ἧϲϲον ἢ ὑπὸ ἡλίου κηρόϲ.