Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.238
Not analysed yet
238 Ἅγιοϲ, ἅγιοϲ, ἅγιοϲ κύριοϲ· ὅτι τοὺϲ λέγονταϲ, μυριάκιϲ ἐϲτὶν ἅγιοϲ ὁ θεὸϲ, καὶ τοὺϲ παρερμηνεῦϲαι τοῦτο τολμῶνταϲ, λαμπρῶϲ ἐλέγχει τὸ· ἐξεζήτηϲα τὸ πρόϲωπόν ϲου, τὸ πρόϲωπόν ϲου, κύριε, ζητήϲω, μὴ ἀποϲτρέψῃϲ τὸ πρόϲωπόν ϲου ἀπ᾿ ἐμοῦ. τὴν ἁγίαν ἀνακηρύττει τριάδα. καὶ τὸ, θῦϲον τῷ θεῷ θυϲίαν αἰνέϲεωϲ καὶ ἀπόδοϲ τῷ ὑψίϲτῳ τὰϲ εὐχάϲ ϲου, καὶ τὰ ἑξῆϲ. καὶ διὰ τούτων καὶ δι᾿ ἄλλων πολλῶν ἡ παλαιὰ κηρύττει, ὅτι οὐχ ἑνὸϲ προϲώπου ϲημαίνει. δεϲποτείαν, ἀλλὰ τριῶν μὲν ὑποϲτάϲεων, μιᾶϲ δὲ οὐϲίαϲ. οἱ δὲ λέγοντεϲ, ἅγιοϲ ὁ ϲταυρωθείϲ, ἐπιϲτομιζέϲθωϲαν ἀπὸ τοῦ· ἐδίψηϲεν ἡ ψυχή μου πρὸϲ τὸν θεὸν τὸν ἰϲχυρὸν, τὸν ζῶντα.