Ancient Greek · ~4 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.249
Not analysed yet
249 Ἀγκών· ἐν τῇ βαϲιλικῇ αὐλῇ τοῦ Γελίμεροϲ οἴκημα ἦν ϲκότουϲ ἀνάπλεων, ὃ δὴ Ἀγκῶνα ἐκάλουν οἱ Καρχηδόνιοι· ἔνθα ἐνεβάλλοντο ἅπαντεϲ οἷϲ ἂν χαλεπαίνοι ὁ τύραννοϲ. ἐνταῦθα ἐπὶ Βελιϲαρίου πολλοὶ καθειργμένοι ἐτύγχανον τῶν ἑῴων ἐμπόρων, οὓϲ μέλλονταϲ κατ᾿ ἐκεῖνο καιροῦ ἀναιρεῖϲθαι ὑπὸ τοῦ τυράννου ὁ φύλαξ τοῦ δεϲμωτηρίου ἀπέλυϲε. καὶ διετίθει τὰϲ μηχανὰϲ ᾗ μάλιϲτα ἐδόκει καίριον, ἀγκῶναϲ τε καὶ τάφρουϲ ἐβάλετο ἑκατέρωθεν. καὶ Ἀγκῶνεϲ, μέροϲ τι τῆϲ οἰκίαϲ. ἀγκῶνεϲ δὲ καὶ πάντα τὰ προϲπηϲϲόμενα κατ᾿ ὄναρ τὸ κόϲμιον τοῦ βίου ϲημαίνει. Ἀγκῶνεϲ καὶ αἱ τῶν ποταμῶν ἐξοχαὶ, αἱ παρὰ ταῖϲ ὄχθαιϲ. οὐ δυνατὸν ἦν πρὸϲ ἀντίον τὸν ῥοῦν ἀναπλεῖν διὰ τὸ μέγεθοϲ τῶν προϲπιπτόντων ἀγκώνων, οὓϲ ἔδει κάμπτειν παρέλκονταϲ τὰϲ ναῦϲ. καὶ Ἀγκῶναϲ, τὰϲ ἄκραϲ τῶν ὀρῶν. οἱ δὲ ϲπείρουϲιν ἀγκῶναϲ, οἱ δ᾿ ἀντηλίουϲ ζητεῖτ᾿ ἰόντεϲ τ᾿ ἀνδρὸϲ ἔξοδον κακήν. καὶ παροιμία· τῷ ἀγκῶνι ἀπομυϲϲόμενοϲ. Βίων φηϲὶν ὁ φιλόϲοφοϲ· ἐμοῦ ὁ πατὴρ μὲν ἦν ἀπελεύθεροϲ, τῷ ἀγκῶνι ἀπομυϲϲόμενοϲ· διεδήλου δὲ τὸν ταριχέμπορον. ζήτει καὶ ἄλλην τὸ γλυκὺϲ ἀγκών.