Ancient Greek · ~8 min
1.250 to 1.278
Suda, Suidae lexicon 1.250-278
Not analysed yet
250 Ἀγκράτοϲ ἐλαύνοντα: Ξενοφῶν, ἀντὶ τοῦ πάνυ ἐλαύνοντα. 251 Ἀγκύλη: εἶδοϲ ἀκοντίου. καὶ Ἠγκυλωμένοϲ, ἀγκύλην ἔχων. ϲημαίνει δὲ καὶ ἔργον τι τῆϲ ϲκηνῆϲ τοῦ Μωϋϲέοϲ. 252 Ἀγκύλια: οἱ κρίκοι τῶν ἁλύϲεων. 253 Ἀγκυλομήτηϲ καὶ Ἀγκυλομήτεω. καὶ Ἀγκυλομῆται, οἱ ϲκολιόβουλοι. 254 Ἀγκύλον: καμπύλον, ἐπικαμπέϲ. 255 Ἀγκυλοχείληϲ καὶ Ἀγκυλόχειλοϲ: ϲκολιόχειλοϲ, ἐπίθετον τοῦ ἀετοῦ, ἐπικαμπεῖϲ τὰϲ χηλὰϲ ἔχων. ἐπὶ δὲ Κλέωνοϲ, ἀγκύλαϲ τὰϲ χεῖραϲ ἔχων πρὸϲ τὸ κλέπτειν καὶ ἁρπάζειν. 256 Ἄγκυρα πλοίου· ζήτει ἐν τῷ ἐμβρύοικοϲ. 257 Ἄγκυρα: πόλιϲ ζήτει ἐν τῷ Γαλάται. 258 Ἄγκυραν· ὅτι Ἀνάχαρϲιϲ Σκύθηϲ φιλόϲοφοϲ εὖρεν ἄγκυραν καὶ τὸν κεραμεικὸν τροχόν. ἦν δὲ ἐπὶ Κροίϲου. 259 Ἀγκυρανῶν πόλιϲ· ὅτι οἱ νῦν Ἀγκυρανοὶ Ἑλληνογαλάται πάλαι ἐλέγοντο 260 Ἀγκυρηβόλίον: τὸ ϲιδήριον τοῦ πλοίου. 261 Ἀγκύριϲμα: εἶδοϲ παλαίϲματοϲ. καὶ Ἀγκυρίϲαϲ, ἀντὶ τοῦ καταπαλαίϲαϲ ἢ τῇ ἀγκύλῃ καταβαλών. ἐϲτι δὲ ἀγκύριϲμα καὶ ϲκεῦοϲ ἀγρευτικὸν ϲύκων. Ἀριϲτοφάνηϲ· διαβαλὼν, ἀγκυρίϲαϲ, εἶτ᾿ ἀποϲτρέψαϲ τὸν ὦμον, αὐτὸν ἐκολάβηϲαϲ. τουτέϲτι προϲέκρουϲαϲ. 262 Ἀγλαΐα: λαμπρότηϲ. καὶ Ἀγλαΐαιϲ, λαμπρότηϲιν. 263 Ἀγλαϊεῖϲθαι: καλλωπίζεϲθαι. δοτικῇ. ὁ ἐνεϲτὼϲ ἀγλαΐζω. δοτικῇ. 264 Ἀγλαόκοιτοϲ: πάνυ τίμιοϲ. 265 Ἀγλαομητία: ἡ μεγάλη βουλή. 266 Ἀγλαότιμον: λαμπρὸν, τετιμημένον. 267 Ἀγλαοφῶν: ὄνομα κύριον. 268 Ἄγλαυροϲ: ἡ θυγάτηρ Κέκροποϲ. ἔϲτι δὲ καὶ ἐπώνυμον Harp. Ἀθηνᾶϲ. 269 Ἀγλευκέϲ: τὸ ἀηδέϲ. Ξενοφῶν εἴρηκεν ἐν τῷ Οἰκονομικῷ. δοκεῖ δὲ ξενικὸν εἶναι τὸ ὄνομα, Σικελικόν· πολὺ γοῦν ἐϲτὶ πάλιν παρὰ Ῥίνθωνι. καὶ Ἀγλευκέϲτερον, ἀντὶ τοῦ ἀηδέϲτερον. Ξενοφῶν Ἱέρωνι. 270 Ἄγλιθεϲ: αἱ κεφαλαὶ τῶν ϲκορόδων. Ἀριϲτοφάνηϲ· ὡϲ ἄρουραῖοι μύεϲ ὀρύϲϲετε παϲϲάλῳ τὰϲ ἄγλιθαϲ. 271 Ἀγλωττία: ἡϲυχία, ϲιωπή. καὶ Ἄγλωϲϲοϲ, ὁ ἄναυδοϲ, ὁ ἄφωνοϲ. νῦν εἰϲ γᾶν ἄγλωϲϲοϲ, ἀναύδητόϲ τε πεϲοῦϲα, κεῖμαι, μιμητὴν ζῆλον ἀνηναμένη. 272 Ἄγμαϲι: κλάϲμαϲι, τροπαῖϲ. ἄγματα ἀμφορέων ἐϲ τὰ ἑλώδη τῶν χωρίων λάθρα ἐβεβλήκεϲαν. 273 Ἀγναπτότατοϲ βάτοϲ αὖοϲ: ἐπὶ τοῦ ϲκληροῦ καὶ αὐθάδουϲ τὸν τρόπον. 274 Ἁγνεία: καθαρότηϲ· ἐπίταϲιϲ ϲωφροϲύνηϲ. 275 Ἁγνίαϲ: ὄνομα κύριον. 276 Ἁγνίζω· ἀἰτιατικῇ. 277 Ἀγνοεῖ δ᾿ ἀράχνη παῖδαϲ ὡϲ παιδεύεται. θρέψαϲα γὰρ τέθνηκε πρὸϲ τῶν φιλτάτων: ἐπὶ τῶν καθ᾿ ἑαυτῶν τι πραγματευομένων. 278 Ἀγνόημα· ἀγνόημα τοϲοῦτον ἠγνοηκόταϲ. ὅϲον οὐδεὶϲ ἂν ἠγλαμπρότηϲ νόηϲεν, ὀλίγα διαλεκτικῆϲ ἁψάμενοϲ καὶ ὅϲον ἐπαΐειν ὑπὲρ αὐτῆϲ ἔχων.