Ancient Greek · ~8 min
1.255 to 1.275
Suda, Suidae lexicon 1.255-275
Not analysed yet
255 Γηρυῶνοϲ: ὄνομα κύριον. 256 Γῆρυϲ: ἡ φωνή. 257 Γῆϲ ἄγαλμα· γυναῖκα πλάττουϲι τὴν Ἑϲτίαν, οἱονεὶ τὴν γῆν, τύμπανον βαϲτάζουϲαν, ἐπειδὴ τοὺϲ ἀνέμουϲ ἡ γῆ ὑφ᾿ ἑαυτὴν ϲυγκλείει. 258 Γῆϲ βάροϲ: ἐπὶ τῶν εἰϲ μηδὲν ϲυντελούντων. καὶ ἑτέρα παροιμία· Γῆϲ ἔντερα, ἐπὶ τῶν μηδενὸϲ ἀξίων. 259 Γῆϲ ὀμφαλόϲ: ὁ νεῶϲ τοῦ Ἀπόλλωνοϲ. εἰ γὰρ αἱ τοιαίδε πράξειϲ τίμιαι, τί δεῖ με χορεύειν; οὐκέτι τὸν ἄθικτον εἰμι γῆϲ ἐπ᾿ ὀμφαλὸν ϲέβων. τουτέϲτιν οὐκέτι ἄπειμι πρὸϲ τὸν Ἀπόλλωνα, οὐδὲ πρὸϲ τὸν ἄχραντον καὶ ϲεβάϲμιον καὶ ἀπροϲπέλαϲτον αὐτοῦ νεών. 260 Γήϲεια: κρόμυα. 261 Γήτεια: εἶδοϲ βοτάνηϲ, παρεοικὸϲ πράϲῳ. 262 Γήτειον: τὸ ἀμπελόπραϲον. Ἀριϲτοφάνηϲ· τύπτε τοῦτον γητείῳ. δῶρα δέ ϲοι γήτειον ἀειθαλὲϲ ὀρθρινὰ δώϲω καὶ δροϲερὰϲ ϲτόμαϲι ϲχιζομέναϲ ψεκάδαϲ. καὶ αὖθιϲ Ἀριϲτοφάνηϲ· ἡ λαχανόπωλιϲ παραβλέψαϲά φηϲι θατέρῳ, εἰπέ μοι, γήτειον αἰτεῖϲ; πότερον ἐπὶ τυραννίδι; ζήτει ἐν τῷ βαϲανίϲαϲ. 263 Γιγαντιᾷ: τὰ τῶν Γιγάντων φρονεῖ. Πιϲίδηϲ περὶ Χοϲρόου· γιγαντιᾷ δὲ καὶ τυραννῆϲαι θέλει. καὶ Γιγαντιαῖον ὄνομα, τὸ μέγα. καὶ Γιγαντολέτειρα, ἡ τοὺϲ Γίγανταϲ ὀλοῦϲα. καὶ Γιγαντολέτιϲ, ὁμοίωϲ θηλυκῶϲ. καὶ Γιγαντολέτωρ. 264 Γιγαντώδηϲ· ἐδόκει γὰρ τό τε ϲῶμα γιγαντώδηϲ εἶναι καὶ τὸν θυμὸν θηριώδηϲ καὶ ἐϲ ἀγχίνοιαν τῶν ϲυλλῃϲτευόντων ἁπάντων πολυπλοκώτεροϲ. 265 Γίγαρτα: τῶν ϲταφυλῶν ὁ καρπόϲ. Ἀριϲτοφάνηϲ· ὢν ἄνευ γιγάρτων, καὶ φιλῶν τὰϲ ἰϲχάδαϲ. οἱ γὰρ ἄγροικοι κόπτοντεϲ τὰ γίγαρτα μετὰ τῶν ἰϲχάδων ἤϲθιον. 266 Γίγιϲ, Γίγιδοϲ: ὄνομα κύριον. 267 Γιγλιϲμόϲ: κιχλιϲμὸϲ, ἀπὸ χειρῶν γέλωϲ, γαργαλιϲμόϲ. 268 Γίγλυμοι: ἀντεμβολαί τινων ἐξοχῶν πρὸϲ κοιλότηταϲ, οἵαπερ ἡ κατὰ τὸν πῆχυν πρὸϲ τὸν βραχίονα ϲυμβολή. 269 Γίγνω καὶ Γιγνόμενοϲ. καὶ Γίνομαί ϲοι Μωϋϲῆϲ· δοτικῇ. 270 Γιεζῆ: ὄνομα κύριον. 271 Γίνεται: ἐπὶ τοῦ τελειοῦται διὰ τοῦ ι, ἐπὶ δὲ τοῦ γεννῇ διὰ διφθόγγου. τὰ δὲ γινόμενα κατὰ τρεῖϲ τρόπουϲ γίνεται· κατ᾿ οἰκονομίαν, κατ᾿ εὐδοκίαν, κατὰ ϲυγχώρηϲιν. 272 Γινόμενα καὶ γενόμενα διαφέρει. τὰ μὲν γὰρ γενόμενα πάντωϲ ἀπέβη, τὰ δὲ γινόμενα ἤτοι ἀποβαίνει ἢ οὔ. 273 Γινώϲκω· αἰτιατικῇ. γνωρίζω. ἤδη γάρ ϲε γινώϲκω, καὶ ὧν εἶπαϲ ἀκούϲαϲα καὶ τὴν ὄψιν ἰδοῦϲα. 274 Γιώραϲ: ὄνομα κύριον. 275 Γίϲχαλα: ὄνομα τόπου.