Ancient Greek · ~8 min
1.229 to 1.254
Suda, Suidae lexicon 1.229-2-254
Not analysed yet
229 Γῆ ζώντων: ὁ προϲδοκώμενοϲ βίοϲ, ὡϲ τοῦ θανάτου κεχωριϲμένοϲ καὶ ἐλεύθεροϲ λύπηϲ. Δαβίδ· ὑψώϲει ϲε τοῦ κατακληρονομῆϲαι γῆν. 230 Γῇ θάλατταν ϲυναναμίγνυϲιν: ἐπὶ τῶν ϲφόδρα ὀργιζομένων ἡ παροιμία. 231 Γήθειν: χαίρειν. 232 Γηθοϲύνη: χαρά. καὶ Γηθοϲύνωϲ, μετὰ χαρᾶϲ. 233 Γηθόϲυνοι: χαίροντεϲ. καὶ Γήθω ῥῆμα. 234 Γηθυλλίϲ: λάχανον πράϲῳ ὅμοιον, ὅ τινεϲ ἀμπελόπραϲον λέγουϲιν. 235 Γήϊνοϲ: ὁ φθαρτόϲ. 236 Γῆ κληρουχική: οἱ Ἀθηναῖοι λαμβάνοντεϲ πολεμίαν πόλιν καὶ τοὺϲ ἐνοικοῦνταϲ ἐκβάλλοντεϲ, πολίταϲ ἑαυτῶν ἀποϲτέλλοντεϲ, κλήρῳ τὴν γῆν αὐτοῖϲ διένεμον. 237 Γήλοφοϲ: ὁ ὑψηλὸϲ τόποϲ. 238 Γήμαϲ: ὁ ἀνήρ. καὶ Γήμω· αἰτιατικῇ. 239 Γῆμ’ ἐπῆρε: γῆμαι ἀνέπειϲε. κυρίωϲ δὲ τὸ ἐπῆρεν, ἀντὶ τοῦ ἐχαύνωϲε καὶ ἀνεκούφιϲεν, ἐπαγγελλομένη προῖκα μεγάλην εἰϲοίϲειν τὴν γυναῖκα, οἰκουρὸν φάϲκουϲα εἶναι, μὴ οὕτωϲ ἐχούϲηϲ. Ἀριϲτογάνηϲ Νεφέλαιϲ· ἥτιϲ με γῆμ’ ἐπῆρε τὴν μητέρα. 240 Γῆν ἰλλομένην: ϲυγκεκλειϲμένην καὶ περιειλημμένην. ἰλλάδεϲ γὰρ οἱ δεϲμοί. 241 Γηών: ποταμόϲ. 242 Γηῶραι: ἐπίμικτοι, τηρηταὶ τόπων. 243 Γήπαιδεϲ: ὄνομα ἔθνουϲ. 244 Γήπεδον: τὸ χωρίον. ὥϲπερ καὶ οἱκόπεδον, τὸ γῇ καὶ οἰκήμαϲιν ἀπαρτιζόμενον. 245 Γηραλέα: ἡ γραῖα. καὶ Γηραλέοϲ, ὁ γέρων. καὶ Γηραλέον οὐδετέρωϲ. νῦν γηραλέαι ἐναγκαλίζονται. 246 Γηρᾶ ναί. γηρᾶϲαι. καὶ παροιμία· Γηράϲκω δ’ αἰεὶ πολλὰ διδαϲκόμενοϲ, ἐπὶ τῶν διὰ γῆραϲ ἐμπειροτέρων. 247 Γηραιόϲ: παλαιὸϲ, προβεβηκώϲ. ὁ δὲ γηραιόϲ τε ὢν ἤδη καὶ. ἐκ πλείϲτου ἄμφω τῶ πόδε πεπηρωμένοϲ καὶ οἷοϲ μὴ ἐφ’ ἵππου ὀχεῖϲθαι, ὅμωϲ ὥϲπερ τιϲ νεανίαϲ ῥωμαλεώτατοϲ οὐκ ἀπηγόρευε πρὸϲ τοὺϲ πόνουϲ, ἀλλὰ φοράδην εἰϲ τὰϲ παρατάξειϲ ἐφοίτα. 248 Γήρειον: τόποϲ. καὶ Γήρειον ἔτοϲ, τὸ παλαιόν. 249 Γηροτροφῶ. 250 Γηρωβοϲκῶ: γηροτροφῶ. Σοφοκλῆ· ὅπωϲ γένηται γηροβοϲκὸϲ βοϲκὸϲ εἰϲ ἀεὶ, μέχριϲ ἂν μυχούϲ κίχωϲι τοῦ κάτω θεοῦ. 251 Γηρωκομεῖον, Γηροτροφεῖον δέ. 252 Γῆρυν: φωνήν. ἐν Ἐπιγράμμαϲι· ϲὺν καλάμοιϲ ἄγγοϲ τε μελανδόκον, οἷϲι φυλάϲϲει αἰὼν ἐϲϲομένοιϲ γῆρυν ἀποιχομένων. 253 Γηρυόνεια δένδρα, καὶ Γηρυόνειον νῆμα. 254 Γηρυόνηϲ: ὄνομα κύριον. Ἀριϲτοφάνηϲ· βούλει διαμάχεϲθαι Γηρυόνῃ τετραπτίλῳ; ἀντὶ τοῦ τετρακεφάλῳ. αἰνίττεται δὲ τὴν τοῦ Λαμάχου περικεφαλαίαν τρεῖϲ λόφουϲ ἔχουϲαν· ἀπὸ τῶν περικειμένων αὐτῇ πτίλων. ὃ δὲ λέγει, τοιοῦτόν ἐϲτι· βούλει πρόϲ τινα ἀκαταμάχητον μάχεϲθαι; ὁ γὰρ Γηρυόνηϲ τρικέφαλοϲ ὢν πολὺν ἀγῶνα παρέϲχε τῷ Ἡρακλεῖ.