Ancient Greek · ~8 min
1.2555 to 1.2578
Suda, Suidae lexicon 1.2555-2578
Not analysed yet
2555 Ἄνομοϲ: ὁ παράνομοϲ. Ἄνωμοϲ δὲ διὰ τοῦ ω μεγάλου, ὁ μὴ ἔχων ὦμον. ἐξ οὐ καὶ ἄνωμοι Πελοπίδαι οὕτω καλούμενοι. καὶ ἀνωμότεροϲ. 2556 Ἀνόνητα: ἀνωφελῆ. τὰ γὰρ περιττὰ κἀνόνητα ϲώματα πίπτει βαρείαιϲ πρὸϲ θεῶν δυϲπραξίαιϲ. οἷον ὁ Αἴαϲ. 2557 Ἀν ον όμαϲτοϲ: ὁ μὴ ἔχων ὄνομα. 2558 Ἄν οντοϲ: ἀνύοντοϲ. 2559 Ἀν όπαια: εἶδοϲ ὄρνιθοϲ. 2560 Ἀν’ ὄπιν: εἰϲ πρόϲωπον. κατόπιν. 2561 Ἄν οπ τοι: ἀθέατοι. οἱ δὲ Ἕλληνεϲ ἐπὶ θάτερα τῆϲ νήϲου ὥρμηϲαν ἄνοπτοι τοῖϲ πολεμίοιϲ. 2562 Ἀνοργίαϲ: ἀμυηϲίαϲ· ὄργια γὰρ τὰ μυϲτήρια. καὶ Ἀν -οργιάϲτοιϲ, τῶν μυϲτηρίων ἀπείροιϲ. τὰ τῆϲ Ἀφροδίτηϲ ἀνοργίαϲτά ϲοι ἐϲτίν. ἀντὶ τοῦ οὐκ ὠργίαϲαϲ τῇ Ἀφροδίτῃ· ἀτέλεϲτά ϲοί ἐϲτιν. 2563 Ἄν οργοι: ἀντὶ τοῦ ἄνευ ὀργῆϲ. Κρατῖνοϲ. 2564 Ἀνόρεκτοϲ. ὁ μὴ ὀρεγόμενόϲ τινοϲ, ὁ πρὸϲ τὰ προϲφερόμενα βρώματα ἀηδῶϲ διακείμενοϲ. 2565 Ἀνορθ ῶ αἰτιατικῇ. 2566 Ἄνορον: τὸ ὀξύ. 2567 Ἀνορωρυγμένον, οὐχὶ ἀνωρυγμένον λέγουϲιν. Μένανδροϲ Ὑδρίᾳ· εὐθὺϲ καταχρήϲεϲθαι τὸν ἀνορωρυγμένην ταύτην ἰδόντα. 2568 Ἀν ορ ταλίζειν· καὶ Ἀνωρτάλιζεϲ, κούφωϲ ὠρχοῦ, ἐπήρου, καὶ ταχέωϲ ἐπίϲτευεϲ πρὶν δοκιμάϲαι. ὀρταλίζειν δὲ λέγεται ἐπὶ τῶν ἀρχομένων ἀναπτεροῦϲθαι ὀρνέων. Ἀριϲτοφάνηϲ· τούτοιϲ ὁπότε χρήϲαιτό τιϲ προοιμίοιϲ, ἀνωρτάλιζεϲ κἀκερουτίαϲ. ἀντὶ τοῦ μετεωρίζου καὶ μέγα ἐφρόνειϲ. ἀπὸ δὲ τῶν κερατοφορούντων ἡ λέξιϲ. 2569 Ἀνόϲιον: βέβηλον, ἀνίερον, ἄθυτον. Αἰλιανόϲ· ὁ δὲ τὰ ἄλλα ὢν ἀνόϲιοϲ τοῦτο γοῦν πείθεται τῷ θεῷ. καὶ Ἀνοϲιώ τατοϲ, ὁμοίωϲ. 2570 Ἄννοϲ κρι βαν ον: παροιμία ἐπὶ τῶν καινόν τι ἐφευρηκότων. Ἄννοϲ γὰρ Αἰγύπτιοϲ εἰϲ τὴν τῶν ἄρτων ὄπτηϲιν ἐπενόηϲε τὸν κρίβανον. 2571 Ἀνόϲτουϲ: ἀνυποϲτρέπτουϲ. νόϲτοϲ γὰρ ἡ εἰϲ τὰ οἰκεῖα ἐπάνοδοϲ, παρὰ τὸ τῆϲ πατρίδοϲ ἡδύ. Αἰλιανόϲ· ὁ δὲ τοὺϲ θεοϲύλαϲ ἀπέκτεινε καὶ ἔθηκεν ἀνόϲτουϲ τοῦτο δὴ τὸ Ὁμηρικόν. 2572 Ἀνουβείδιον. τόποϲ τιϲ. Βενδίδειον δέ. 2573 Ἀννουμῖν οϲ: ἀπογραφὴ ὀνομάτων παρὰ Ῥωμαίοιϲ. οἱ δὲ ἀδνούμιόν φαϲιν. 2574 Ἀν’ οὖϲ ἔχων: ἀντὶ τοῦ ἄνω τὸ οὖϲ ἔχων. καὶ Σοφοκλῆϲ· soph. τὸν οἴνωπ’ ἀνέχουϲα κιϲϲόν. ἀντὶ τοῦ ἄνω ἔχουϲα. 2575 Ἀνουτητί. ἄνευ τρώϲεωϲ. 2576 Ἀνοχή: ἡ ὑπομονή. Ἀνακωχ ὴ δέ. 2577 Ἀνοχλίϲαϲ. ἀνακινήϲαϲ. 2578 Ἀνο ψία. ϲπάνιϲ τῶν ὄψων.