Ancient Greek · ~8 min
1.2534 to 1.2554
Suda, Suidae lexicon 1.2534-2554
Not analysed yet
2534 Ἄνθρωποϲ οὐκ ἔχων εἰπεῖν ὄνομα πάππου, ἀλλ’ οὐδὲ πατρὸϲ πλὴν ὅϲον εἰκάϲαι, ἀπὸ θυννοϲκοπείου ἐπὶ τὴν ἡγεμονικὴν ἀπήνην ἁλάμενοϲ. 2535 Ἄνθρω ποϲ· τὸ τῶν ἀνθρώπων γένοϲ δοκοῦν πανουργότατον εἶναι τῶν ζῴων πολὺν ἔχει λόγον τοῦ φαυλότατον ὑπάρχειν. τὰ μὲν γὰρ ἄλλα ζῷα ταῖϲ τοῦ ϲώματοϲ ἐπιθυμίαιϲ αὐταῖϲ δουλεύοντα διὰ μόναϲ ταύταϲ ϲφάλλεται· τὸ δὲ τῶν ἀνθρώπων γένοϲ καὶ προϲ δεδοξοποιημένον οὐχ ἧττον διὰ τὴν ἀλογιϲτίαν ἢ διὰ τὴν φύϲιν ἁμαρτάνει. 2536 Ἄνθρωποϲ ἀνθρ ώπου δαιμόνιον. παροιμία ἐπὶ τῶν ἀπροϲδοκήτωϲ ὑπὸ ἀνθρώπου ϲῳζομένων καὶ δι’ αὐτῶν εὐδοκιμούντων. καὶ Ἄνθρωπ οϲ Εὔριποϲ, Τύχη Εὔριποϲ, Διάν οια Εὔριποϲ. ἐπὶ τῶν ῥᾷϲτα μεταβαλλομένων καὶ ἀϲταθμήτων ἀνθρώπων. 2537 Ἄνθρωποϲ λυπ ηϲιλόγοϲ: ϲημαίνει μὲν ὁ λυπῶν διὰ τὸ λέγειν τοὺϲ πέλαϲ. Κρατῖνοϲ. 2538 Ἄνθρωπ οϲ πρόδοξοϲ. ὁ πρὶν ἢ ϲαφῶϲ ἐξετάϲαι δοξάζων. 2539 Ἄνθρ ωποϲ φιλοπραγματίαϲ: ἐπὶ πολυπράγμονοϲ. 2540 Ἄν θροιϲκα ἄγρια λάχανα παραπλήϲια ἀνήθοιϲ, οἶα καὶ τὰ μάραθρα. 2541 Ἀνθυπομοϲία: ἀντὶ τοῦ ὑπειπεῖν τῇ ὑπωμοϲίᾳ. οὕτωϲ Δημοϲθένηϲ κατὰ Ὀλυμπιοδώρου. 2542 Ἀνθυπουργῆϲαι: τὸ ἀνταποδοῦναι χάριν. Σοφοκλῆϲ Κολχίϲιν· ἢ φὴϲ ὑπομνὺϲ ἀνθυπουργῆϲαι χάριν; ὅτι ὁ Ἀριϲτοτέληϲ τὴν ἀνθυφαίρεϲιν ἀνταναίρεϲιν εἴρηκεν. 2543 Ἀνὰ κράτοϲ ἐλα ύνοντα: Ξενοφῶν, ἀντὶ τοῦ πάνυ ἐλαύνοντα. 2544 Ἄν μ ὴ παρ ῇ κρέα, ταρίχ ῳ ϲτερκτέον· παρεγγυᾷ, ἡ παροιμία, ὅτι δεῖ τοῖϲ παροῦϲιν ἀρκεῖϲθαι. 2545 Ἀνοδίᾳ: ἐπίρρημα τοπικόν. οἱ δὲ πλείουϲ ἀνοδίᾳ καὶ κατὰ τὰϲ νήϲουϲ διεϲπάρηϲαν. 2546 Ἄνοδον: ἀδιέξοδον. Ξενοφῶν· τῇ μὲν γὰρ ἄνοδον, τῇ δὲ εὔοδον εὑρήϲομεν τὸ ὄροϲ. 2547 Ἀνόδοντον· Κοριάννοιϲ Φερεκράτηϲ· ἀνὴρ γέρων ἀνόδοντοϲ ἀλήθει. 2548 Ἀνόητα. τὰ ἀφροδίϲια καὶ ἡ λαγνεία, τουτέϲτι μωρά. μωραίνειν γὰρ τὸ ἀφροδιϲιάζειν ἔλεγον. Ἀριϲτοφάνηϲ· οἴνου τ’ ἀπέχῃ καὶ τῶν ἄλλων ἀνοήτων. τουτέϲτι μωρῶν· ἢ ἀνοήτων, ἀνεπιϲτημόνων. 2549 Ἀνόθευτον: γνήϲιον, ἀπαραποίητον· καθαρόν. 2550 Ἀνόκαιον: τὸ ὑπερῷον οἴκημα. Ξενοφῶν ἐν Κύρου Ἀναβάϲει καὶ · ὸν κωμῳδοποιὸν οἱ περὶ Ἀντιφάνην. 2551 Ἀν ομβροῦϲαι: ἀναβλύζουϲαι. 2552 Ἀνομέν ηϲ: παυομένηϲ, ἀνυομένηϲ. 2553 Ἀνομείτω: παρανομείτω. 2554 Ἀν’ ὅμιλον: κατὰ τὸ πλῆθοϲ.