Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2582
Not analysed yet
2582 Ἀνώγεων. οἴκημα. Ἀνώγειον δέ. ὅτι Καλλιϲθένηϲ τὸ δεϲμωτήριον ἀνώγεων εἶπεν. Ἀν ἀ γαιον καὶ Κατά γαιον διὰ διφθόγγου καὶ. ο μικροῦ. τὸ δὲ ἀνώγεων καὶ κατώγεων εἰ τάχα καὶ οἱ κανόνεϲ διὰ τοῦ ω μεγάλου καὶ ε ψιλοῦ γράφουϲιν, ἀλλ’ οὖν ὁ τῶν λέξεων θηρατὴϲ καὶ τῶν τούτων ἀντιϲτοίχω ἀκριβὴϲ ὀρθογράφοϲ Καπνογένειοϲ ὁ Μαΐϲτωρ διὰ τοῦ ε ψιλοῦ καὶ o μικροῦ ἐξέδοτο ταῦτα γράφεϲθαι. τὸ δὲ μεϲόγαιον μόνον διὰ διφθόγγου εἴαϲεν· ἐπειδὴ εὕρηται μεϲογεία γῆ καὶ μεϲόγειοϲ γῆ.