Ancient Greek · ~8 min
1.2583 to 1.2606
Suda, Suidae lexicon 1.2583-2606
Not analysed yet
2583 Ἀνωγή: παρακέλευϲιϲ. 2584 Ἀν ωδύρετο: ἐθρήνει, ἔκλαιεν. ὁ δὲ ἀνωδύρετο τὴν ϲυμφορὰν ἐπιδακρύων τῷ πάθει. 2585 Ἄνωθεν. ἐκ τόπου ἢ χρόνου. Βάβριοϲ. τί τοὺϲ ἄνωθεν φρονιμωτάτουϲ οἰωνοὺϲ ἐϲορώμενοι τροφῆϲ κηδομένουϲ ἀφ’ ὧν τε βλαϲτῶϲιν ἀφ’ ὧν τ’ ὄνηϲιν εὕρωϲι, τάδ’ οὐκ ἐπίϲηϲ τελοῦμεν, τουτέϲτιν ἄνωθεν ἐκ φύϲεωϲ ἢ τοὺϲ ἐν τῷ ἀέρι. 2586 Ἀν ωθῆϲαν: ἐπὶ τὰ ἄνω κινῆϲαν. ἀνωθῆϲαν δὲ ἑαυτὸ τὸ θηρίον καὶ ἔξαλον γενόμενον ἀπεϲείϲατο ἐϲ τὴν νῆξιν ἀπολύϲαν τὸν ἄνθρωπον. 2587 Ἀν ώϊϲτοϲ: ὁ ἀνυπονόητοϲ. καὶ Ἀνωϊϲτί, ἀνυπονοήτωϲ. 2588 Ἀνώλεθροϲ. 2589 Ἄν ῳκιϲμένοϲ: ἐν τοῖϲ ἀνωτάτω γεννηθεὶϲ, ἢ ἄνω ὤν. καὶ Ἀνῳκίϲ θαι. 2590 Ἀνωμαλία. ἡ τραχύτηϲ. 2591 Ἄνωμοϲ. ὁ μὴ ἔχων ὦμον. ἐξ οὐ καὶ ἄνωμοι Πελοπίδαι οὕτω καλούμενοι. καὶ Ἀνωμότεροϲ. 2592 Ἀν ώμοτοϲ: χωρὶϲ ὅρκου. ὁ δὲ ἀνὴρ καὶ ἀνώμοτοϲ πιϲτεύειν ἄξιοϲ. καὶ αὖθιϲ· ἡ γλῶϲϲ’ ὀμώμοχ ,ἡ δὲ φρὴν ἀνώμοτοϲ. 2593 Ἀν ῴμωξεν: ἐϲτέναξεν. 2594 Ἀνωνόμαϲτοϲ ὁ μὴ ἔχων ὄνομα. 2595 Ἀνν ώνων μετακομιδή. Ἄννωνα, Ῥωμαϊκὴ λέξιϲ. 2596 Ἄνω ποταμῶ ν χ ωροῦϲι πη γαί: παροιμία ἐπὶ τῶν ὑπεναντίωϲ γινομένων ἢ λεγομένων, οἷον ὁ πόρνοϲ τὸν ϲώφρονα εἰ λέγοιτο πόρνον. ἐπειδὴ οἱ ποταμοὶ ἄνωθεν κάτω ῥέουϲι. τουτέϲτιν ἐπὶ τῶν τὰ ἑαυτοῖϲ προϲόντα ἐλαττώματα ἑτέροιϲ προϲανατιθεμένων. 2597 Ἀνωρθιαϲμένον: τὸ ὀρθότατον. καὶ Ἀνωρθωϲάμην. 2598 Ἀνωρθρίαζον: Ἀνδοκίδηϲ. ἀντὶ τοῦ ὄρθριοι βοῶντεϲ ἔλεγον. 2599 Ἀν ώφλιον: τὸ ὑπέρθυρον. 2600 Ἄνωχ θι: κέλευϲον. 2601 Ἀντ’ ἀγαθῶν ἀγαθίδεϲ. παροιμία ἐπὶ τῶν εὖ παϲχόντων ἀνθ’ ὧν εὐεργέτηϲαν πρότερον. 2602 Ἀντα γωνίζομαι· δοτικῇ. 2603 Ἀντα γωνιϲτήϲ. πολέμῳ καὶ μάχῃ ἰϲοϲτάδην. ἀφ’ οὐ δὴ καὶ ἀνταγωνιϲτὴϲ ἀξιόμαχοϲ ἐπιπολὺ τοῖϲ Ῥωμαίοιϲ ἐγένετο. 2604 Ἀντᾴδω· δοτικῇ. 2605 Ἀντάλλαγμα: οἱ κατὰ ϲάρκα πρόγονοι τοῦ Χριϲτοῦ, οὓϲ ἴχνη καὶ ἀντάλλαγμα ἐκάλεϲαν οἱ ο′ ἑρμηνευταί. 2606 Ἀντάλλαγον καλοῦϲι τὸν ἀντὶ ἑτέρου ἠλλαγμένον, οὐχὶ ἄνταλλον. Μένανδροϲ Κανηφόρῳ· ἐδεῖτο χρῆϲαι τὴν ϲεαυτῆϲ θυγατέρα ἀντάλλαγον. Χήρᾳ· ἑκοῦϲα ἡ ἀδελφὴ ποιήϲει τούτοιϲ οἱ ἀντάλλαγοϲ τέξειϲ ὁ τούτῳ διδομένην. καὶ ἐν Ἁλιεῖ· ἐκλελάκτικεν ὁ χρηϲτὸϲ ἡμῖν μοιχὸϲ, ἀλλ’ ἀντάλλαγοϲ.