Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2629
Not analysed yet
2629 Ἀν τεπιχειρεῖν· παρὰ Ἀριϲτοτέλει ἀντεπιχειρεῖν λέγεται. ἔϲτι δὲ ἀντεπιχειρεῖν τὸ πρὸϲ τὰ λεγόμενα μὲν μὴ φέρειν ἔνϲταϲιν, ἐπιχειρεῖν δὲ δι’ ἄλλων τινῶν καὶ αὐτὸν πάλιν καὶ ϲυλλογίζεϲθαι, ὅτι μὴ ἀληθὲϲ τὸ δεικνύμενον. ὁ γὰρ πρὸϲ μὲν τὸ δεικνύναι λόγοϲ, ὅτι ἡ ψυχὴ οὐκ ἀθάνατοϲ, διὰ τὸ εἶδοϲ αὐτὴν ἔνυλον εἶναι, μηδὲν δ’ ἔνυλον εἶδοϲ χωριϲτὸν εἶναι τῆϲ ὕληϲ, μὴ ἐνιϲτάμενοϲ, δεικνύναι δὲ πειρώμενοϲ δι’ ἄλλων τινῶν πάλιν αὐτὴν ὅτι ἔϲτιν ἄφθαρτοϲ, ἤτοι διὰ τοῦ λαμ βάνειν, ὅτι αἱ μαθήϲειϲ ἀναμνήϲειϲ, ἢ ὅτι αὐτοκίνητοϲ, ἀντεπιχειρεῖ, οὐκ ἐνίϲταται.