Ancient Greek · ~7 min
1.2607 to 1.2628
Suda, Suidae lexicon 1.2607-2628
Not analysed yet
2607 Ἀντ’ ἄλληϲ ἀρχ ῆϲ ἐϲτι τοῦτο δρᾶ ν: τουτέϲτιν ἀντὶ τοῦ ἄρχειν τὸ καινοτομεῖν, τῶν δὲ ἀρχαίων ἀμελεῖν. 2608 Ἀν ταμείρομαι. 2609 Ἀντανάκλαϲιν. κατὰ ἀνάκλαϲιν ἀπό τινοϲ μεταγομένη. γίνεται δὲ τοῦτο ἀπὸ φωνῆϲ, ὅταν ἀντηχῇ, καὶ ἐπὶ φωτὸϲ ἡλιακοῦ, ὅταν λείῳ τινὶ ἢ λαμπροτάτῳ ὕδατι προϲπέϲοι. 2610 Ἀντάμει ψιν: ἀνταπόδοϲιν. 2611 Ἀν ταναιρεῖται: κτείνεται. καὶ Ἀντανῃρέθ η, ἀντεφονεύθη. 2612 Ἀντανήγον το: ἀντεπαρετάϲϲοντο, ἀντεφέροντο. ἀντανήγοντο οὖν καὶ οἱ βάρβαροι καὶ τὴν τοῦ Παχύνου παρέπλεον ἀκτὴν κατὰ β′ ϲτοιχηδὸν ταξάμενοι ναῦϲ. καὶ αὖθιϲ· οἱ γὰρ ἐνταῦθα πὲρ ἐλευθερίαϲ ἀποθανόντεϲ ἀντανήγοντο τῆ Οἴτῃ. 2613 Ἀντανί ϲχομεν: προβαλλόμεθα. καὶ Ἀν τανίϲχοντο, ἀντιπαρετάϲϲοντο. 2614 Ἀνταπ αιτῆϲαι κἀ παιτῆϲαι: Θουκυδίδηϲ γ καὶ δ′. καὶ Ἀνταποδ οῦναι καὶ Ἀλνταπολαμβάνειν Δημοϲθένηϲ ἐν τῷ κατὰ Λεπτίνου. 2615 Ἀντα ποδιδ ῶ· δοτικῇ. 2616 Ἀντάρηϲ νυκτερὶϲ ὄ ψεϲι· φηϲὶ Σοφοκλῆϲ. 2617 Ἀνταυγεῖϲ κόραϲ· ϲτρέψον ἀνταυγεῖϲ κόραϲ. ἀντὶ τοῦ τὰϲ κόραϲ ϲου ἀντιπροϲώπουϲ μοι ϲτρέψον. καὶ δι’ ἀνταύγειαν χιόνοϲ καὶ ϲκληρότητα τῆϲ ἀναβαλλομένηϲ ἀνακλάϲεωϲ ἐφθείροντο. 2618 Ἀνταία: ἡ Ῥέα. καὶ Ἀνταῖοϲ, ὄνομα κύριον. 2619 Ἀν ταίρω· δοτικῇ. φιλονεικῶ. 2620 Ἀν τέαϲ: ὄνομα κύριον. 2621 Ἀντεγκλήμαϲι· ταύτῃ καὶ τοῖϲ ἀντεγκλήμαϲι τοῖϲ περὶ τῶν δώρων οὐκ ἀπεκρινάμην. 2622 Ἀντελαμβάν οντο· ὕπνοι τε αὐτῆϲ ἀεὶ μακρότατοι ἀντελαμβάνοντο. ἀντὶ τοῦ διεδέχοντο. ἡμερινοὶ μὲν ἄχρι πρώτων νυκτῶν, νυκτερινοὶ δὲ ἄχριϲ ἡλίου ἀνίϲχοντοϲ. 2623 Ἀντεμήνιϲεν. ἀντωργίϲθη. ὁ δὲ παθὼν ἀνήκεϲτα καὶ τῆϲ πατρῴαϲ ἑϲτίαϲ διωχθεὶϲ παρὰ τὴν δίκην, ὅμωϲ οὐκ ἀντεμήνιϲεν. 2624 Ἀντεξάγειν: ἀντιπαρατάϲϲεϲθαι, ἀντεπιέναι. 2625 Ἀν τεμπλήϲαν τεϲ: ἀνταποδόντεϲ. Ξενοφῶν· οἱ δὲ θαρρεῖν ἐκέλευον, λέγοντεϲ ὅτι οὕτε τέκνων ϲτερήϲοιτο τήν τε οἰκίαν αὐτοῦ ἀντεμπλήϲαντεϲ τῶν ἐπιτηδείων. 2626 Ἀντεπῄει: ἀντεπήρχετο. 2627 Ἀντε πεξελθεῖν· δοτικῇ. καὶ Ἀντεπεξέρ χο μαι· δοτικῇ. 2628 Ἀν τεπιτίθηϲιν: ἀντὶ τοῦ ἀντεπιϲτέλλει. Ἰϲαῖοϲ.