Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2634
Not analysed yet
2634 Ἀντέρ ωϲ, ὁ καὶ Ἀπολλώνιοϲ, Ἀλεξανδρεὺϲ, γραμματικὸϲ, παιδεύϲαϲ ἐν Ῥώμῃ ἐπὶ Κλαυδίου, τοῦ μετὰ Γάϊον βαϲιλεύϲαντοϲ, ἐφ’ οὗπερ καὶ Ἡρακλείδηϲ ὁ Ποντικὸϲ γέγονεν· ἀκουϲτὴϲ δὲ ἦν Ἀπίωνοϲ τοῦ Μόχθου. φέρονται αὐτοῦ βιβλία Περὶ γραμματικῆϲ β΄. καὶ τοῦτο δὴ τὸ ὑμνούμενον ὄνομα Ἀντέρωϲ ἐν τοῖϲδε τοῖϲ γενναίοιϲ ἐϲῴζετο. ἀντὶ τοῦ ἀλλήλουϲ ἠγάπων. Χαρίτων γὰρ καὶ Μελάνιπποϲ εἰϲ ἔρωτα ἀλλήλοιν ϲυνεπεϲέτην. καὶ ὁ μὲν Χαρίτων ἐραϲτὴϲ ἦν, Μελάνιπποϲ δὲ τὴν ψυχὴν ὁ ἐρώμενοϲ ἐϲ τὸν φίλον τὸν ἔνθεον ἀναφλεχθεὶϲ ἰϲότιμον τὸ τοῦ πόθου κέντρον ἀνεδείκνυτο.