Ancient Greek · ~3 min
1.2635 to 1.2641
Suda, Suidae lexicon 1.2635-2641
Not analysed yet
2635 Ἀντέϲχε: γενναίωϲ ἔφερε. καὶ πρότερον ληφθείϲ τιϲ ἀπὸ τῶν Ἰουδαίων πρὸϲ πᾶϲαν αἰκίαν βαϲάνων ἀντέϲχεν. 2636 Ἀντετόρηϲεν: εἰϲ τὸ ἐναντίον ἦλθε τιτρώϲκων. διεπέραϲε· τορῶ γὰρ τὸ τρυπῶ. 2637 Ἀντ’ εὐερ γεϲίηϲ Ἀγαμέμνονα τίϲαν Ἀχαιοί ἡ παροιμία κατὰ τῶν τοὺϲ εὐεργέταϲ προπηλακιζόντων ἤγουν ὑβριζόντων. 2638 Ἀν τεύφραϲμα: τὸ ἐναντίον τῇ εὐφροϲύνῃ ἀγαθόν. 2639 Ἀν τεφέροντο: ἠναντιοῦντο. 2640 Ἀντεφιλοτιμοῦν το: ἀντὶ τοῦ ἡμιλλῶντο καὶ ἤριζον καὶ ἀντηγιτνίζοντο. τοῦτο δὲ τὸ ἀντιφιλοτιμεῖϲθαι α′ ἐϲτὶ ϲυζυγίαϲ τῶν περιϲπωμένων, καὶ μόνον. ἔϲτι δέ τινα ῥήματα, ἃ δύο ϲυζυγιῶν εὑρέθη· οἷον ϲκηνῶ, ϲκηνεῖϲ, ϲκηνᾷϲ· καὶ ἀτολμῶ, ἀτολμεῖϲ καὶ ἀτολμᾷϲ. 2641 Ἀντεφοδεύω· καὶ Ἀντεφ ώδευκα, ἀντὶ τοῦ ἀντεπέτρεχον.