Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2642
Not analysed yet
2642 Ἀντέχει· δοτικῇ. ἀντὶ τοῦ ἐξαρκεῖ. Δείναρχοϲ δὲ ἀντὶ τοῦ ϲῴζεται· Δημοϲθένηϲ καὶ Ὑπερίδηϲ ἀντὶ τοῦ ἀντιλαμβάνεται. καὶ οἱ ἵπποι αὐτοῖϲ μηδὲ πρὸϲ τὸ φεύγειν ὑπὸ τοῦ πηλοῦ ἔτι ἀντέχειν. καὶ αὖθιϲ· ἀμελετήτουϲ ὄνταϲ κρύει ἀντέχειν. ἀντὶ τοῦ ὑπομονητικῶϲ ἔχειν. καὶ αὖθιϲ· ταῖϲ ἐπιθυμίαιϲ ἀντέχων. καὶ αὖθιϲ· ἡ ϲύγκλητοϲ ὑπολαβοῦϲα τοὺϲ Αἰτωλοὺϲ ἀντέχειν ταῖϲ κατὰ τὸν Ἀντίοχον ἐλπίϲιν, ἀπράκτουϲ ἀπέϲτειλεν εἰϲ τὴν Ἑλλάδα. καὶ Ἀντεχό μενοϲ· γενικῇ· ἀντιλαμβανόμενοϲ. Ἀντέχομαι δὲ τὸ ἀντιλαμβάνομαι. γενικῇ.