Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2661
Not analysed yet
2661 Ἀντιγραφεύϲ: ὅμοιοϲ τῷ γραμματεύϲ. ὁ καθιϲτάμενοϲ ἐπὶ τῶν καταβαλλόντων τινὰ τῇ πόλει χρήματα, ὥϲτε ἀντιγράφεϲθαι αὐτά. οὕτωϲ Δημοϲθένηϲ ἐν τῷ κατὰ Ἀνδροτίωνοϲ, ἀλλὰ καὶ Αἰϲχίνηϲ ἐν τῷ κατὰ Kτηϲιφῶντοϲ. δύο δὲ ἦϲαν, ὁ μὲν τῆϲ διοικήϲεωϲ, ὁ δὲ τῆϲ βουλῆϲ. ἰδίωϲ μὲν ἐπὶ ταῖϲ τῶν κλήρων διαδικαϲίαιϲ, ὅταν τιϲ ὡϲ ἄπαιδοϲ ὄντοϲ τοῦ τετελευτηκότοϲ ἑαυτῷ φάϲκῃ προϲήκειν τὸν κλῆρον· ἐπὶ τῶν τοιούτων γὰρ λέγεται ἀντιγραφή. κοινῶϲ δὲ τὰ ἐν ταῖϲ δημοϲίαιϲ δίκαιϲ τῶν δικαζομένων γράμματα. καὶ λέγεται ὁμοίωϲ τά τε τοῦ διώκοντοϲ καὶ τὰ τοῦ φεύγοντοϲ ἀντιγραφή. λέγεται δὲ οὕτωϲ καὶ τὰ μαρτύρια. Πλάτων μέντοι ἐν τῇ Σωκράτουϲ Ἀπολογίᾳ ἀντῶ- μοϲίαν καὶ ἀντιγραφὴν τὸ αὐτὸ λέγει.