Ancient Greek · ~4 min
1.2662 to 1.2669
Suda, Suidae lexicon 1.2662-2669
Not analysed yet
2662 Ἀντιδιαϲτέλλεται: ἀντιδιΐϲτηϲιν. 2663 Ἀν τίδορον: τὸ τοῦ δέρματοϲ δέρμα. ἐν Ἐπιγράμμαϲι· καὶ κάρυον χλωρῆϲ ἀντίδορον λεπίδοϲ. 2664 Ἀντίθεϲιϲ: ϲχῆμα λέξεώϲ ἐϲτι, καθ’ ἣν ἀντιτιθέαϲιν ἀλλήλοιϲ τὰ ἐναντία ἢ κατὰ μέροϲ ἢ ἄθροα. οὕτωϲ Ἰϲοκράτηϲ ἐν τῷ Παναθηναϊκῷ. 2665 Ἀντικάθηται: ἀντὶ τοῦ ἐναντιοῦται. καὶ Ἀντικαθίϲταϲθαι ὁμοίωϲ. οὐ δυνάμενοϲ τῷ πλήθει ἀντικαθίϲταϲθαι. 2666 Ἀντὶ κακοῦ κυνὸϲ ϲῦν ἀπαιτεῖϲ. παροιμία ἐπὶ τῶν καλὰ ἀντὶ κακῶν ἀπαιτούντων. 2667 Ἀν τικαταλλαττόμενοϲ: οὐ μόνον ὅταν ϲπένδηταί τιϲ ἢ εἰϲ φιλίαν ἔρχηται πρὸϲ ὃν γέγονεν αὐτῷ διαφορὰ, τῷ καταλλαττόμενοϲ ἐχρήϲαντο οἱ ῥήτορεϲ, ἀλλὰ καὶ ἐπὶ τοῦ ἀμείβοντοϲ χρυϲίον ἐν τῷ δήμῳ πολλάκιϲ. Δημοϲθένηϲ· ἀλλὰ καὶ ἐδείκνυεν ὑμᾶϲ οἰκοδομῶν, βαδιεῖϲθαι φάϲκων, κὰν μὴ χειροτονῆτε ὑμεῖϲ, ξυληγῶν, τὸ χρυϲίον καταλλαττόμενοϲ ἐπὶ ταῖϲ τραπέζαιϲ. 2668 Ἀντικατέϲτηϲαν. ἠναντιώθηϲαν. Διόδωροϲ· οἱ δὲ ὑπολειφθέντεϲ ἀλλήλοιϲ ἀντικατέϲτηϲαν. 2669 Ἀντικατηγορεῖϲθαι· τὸ ἴδιον ἀντικατηγορεῖται τοῦ πράγματοϲ καὶ μόνῳ ὑπάρχει· ὡϲ τῷ ἀνθρώπῳ τὸ γελαϲτικόν. καὶ τοῦτό ἐϲτιν ἀντικατηγορεῖϲθαι, τὸ μόνῳ καὶ παντὶ ὑπάρχειν.