Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2670
Not analysed yet
2670 Ἀν τικείμενα· τὰ ἀντικείμενα τετραχῶϲ ἀντίκειται· ἢ γὰρ ὡϲ κατάφαϲιϲ καὶ ἀπόφαϲιϲ ἢ ὡϲ τὰ ἐναντία ἢ ὡϲ ἕξιϲ καὶ ϲτέρηϲιϲ ἢ ὡϲ τὰ πρόϲ τι. καὶ καθ’ ἑκάϲτην ἀντίθεϲιν οἰκεία τιϲ ἀκολουθία, ἀφ᾿ ἧϲ ἀκολουθίαϲ ὑπογράφει πῶϲ οἷόν τε ὁρμωμένουϲ καταϲκευάζειν τι καὶ ἀναϲκευάζειν. ἀλλ’ οὐκ ἐπὶ παϲῶν τῶν ἀντιθέϲεων ἡ ἀκολούθηϲι ὁμοίωϲ, ἀλλ’ ἐπὶ μὲν τῆϲ ἀντιφάϲεωϲ ἀνάπαλιν ἡ γινομένη ἀκολού θηϲιϲ ἔχει. εἰ γὰρ τὸ κακὸν ἡδὺ, τὸ οὐχ ἡδὺ οὐ καλόν· ἀλλ’ οὐχὶ τὸ οὐ καλὸν οὐχ ἡδύ. καὶ τὰ λοιπὰ ἐπὶ τοῖϲ τόποιϲ.