Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2673
Not analysed yet
2673 Ἀν τικρύ. κατέναντι, ἐξ ἐναντίαϲ. Ἄν τικρυϲ δὲ διόλου, ἢ παντελῶϲ, ἡ φανερῶϲ. δι’ ἐναντίαϲ, φανερῶϲ. ὁ δὲ ποιητὴϲ ἐκτεταμένωϲ λέγει καὶ δίχα τοῦ ϲ. ἀντικρὺ δὲ παραὶ λαπάρην διάμηϲε χιτῶνα. ἢ Ἄντικρυϲ, ἀντὶ τοῦ αὐτίκα, φανερῶϲ. ὑποβλήτουϲ ἄν εἶπε τιϲ αὐτοὺϲ εἶναι καὶ νόθουϲ ἄντικρυϲ. ἀντὶ τοῦ ἀληθῶϲ. εἶδον δὲ καὶ τὴν εἰκόνα αὐτοῦ ἄντικρυϲ ἀπαγγέλλουϲαν τὴν τοῦ ἀνδρὸϲ ὄψιν, οἷοϲ ἦν τὴν φύϲιν. καὶ ὁ κανών· τὰ εἰϲ υϲ ἐπιρρήματα, εἰ λέγοιτο ἄνευ τοῦ ϲ, ἰϲοχρονεῖν θέλει· μεϲϲηγὺϲ, μεϲϲηγύ. τὸ μέντοι ἀντικρὺ μεταβαλὸν τὸν τόνον, μετέβαλε καὶ τὸν χρόνον.