Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2674
Not analysed yet
2674 Ἄν τικρυϲ: κατέναντι, ἐξ ἐναντίαϲ. οἱ δὲ γλωϲϲογράφοι καὶ Ἀπολλόδωροϲ ὁ Κυρηναῖοϲ καὶ ἕτερά φαϲι δηλοῦν. καὶ γὰρ διαμπερὲϲ καὶ ἰθὺϲ καὶ εὐθύϲ καὶ ἐπ’ εὐθείαϲ καὶ ἰϲχυρῶϲ καὶ ϲαφῶϲ καὶ ἀκριβῶϲ καὶ ἁπλῶϲ. οἱ δέ φαϲιν ἀκριβέϲτερον οἶμαι λέγοντεϲ, ὅτι μετὰ τοῦ ϲ λεγόμενον τὰ εἰρημένα δηλοῖ, ἄνευ δὲ τοῦ ϲ, οἷον ἀντικρύ, τὸ κατέναντι μόνον, καὶ ἐξ ἐναντίαϲ.